Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- κλεπτομένου Φαέθοντος ἀθηήτοιο πορείης,
- καὶ πάταγον βρονταῖον ἀρασσομένων νεφελάων,
- αἰθέριον μύκημα, καὶ ἀστράπτοντα κομήτην,
- καὶ δοκίδων ἀκτῖνα, καὶ ἔμπυρον ἅλμα κεραυνοῦ
- τοῖα παρʼ Οὐρανίης δεδαημένος ἔργα θεαίνης
- ἵστατο θαρσήεσσαν ἔχων φρένα· γυῖα δʼ ἑκάστου
- λύετο· μαντιπόλος δὲ γέρων γελόωντι προσώπῳ
- Ἴδμων ἐμπεδόμυθον ἔχων ἐπὶ χείλεσι πειθὼ
- λαὸν ὅλον θάρσυνεν, ὅτι χρονίοιο κυδοιμοῦ
- ἐσσομένην μετὰ βαιὸν ἐπίστατο γείτονα νίκην.
- καὶ Φρύγιον πολύιδριν ἀνείρετο μάντιν Ἐρεχθεύς,
- σύμβολα παπταίνων ὑπάτου Διός, εἰ πέλε χάρμης
- αἴσια δυσμενέεσσιν ἢ Ἰνδοφόνῳ Διονύσῳ,
- οὐ τόσον ὑσμίνης ποθέων τέλος, ὅσσον ἀκοῦσαι
- μυστιπόλοις ὀάροισι μεμηλότα μῦθον Ὀλύμπου,
- καὶ στίχας ἀστραίων ἑλίκων καὶ κυκλάδα μήνην,
- καὶ δύσιν ἠματίην Φαεθοντίδος ἄμμορον αἴγλης
- κλεπτομένης. αἰεὶ δὲ θεορρήτων περὶ μύθων