Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἧχι τριηκοστὸν πέλεν ὄγδοον, αἴθοπι δαλῷ δειλαίου Φαέθοντος ἔχεις μόρον ἡνιοχῆος.
- λῦτο δʼ ἀγών· λαοὶ δὲ μετήιον ἔνδια λόχμης,
- καὶ σφετέραις κλισίῃσιν ὁμίλεον· ἀγρονόμοι δὲ
- Πᾶνες ἐναυλίζοντο χαραδραίοισι μελάθροις,
- αὐτοπαγῆ ναίοντες ἐρημάδος ἄντρα λεαίνης
- ἑσπέριοι· Σάτυροι δὲ δεδυκότες εἰς σπέος ἄρκτου
- θηγαλέοις ὀνύχεσσι καὶ οὐ τμητῆρι σιδήρῳ
- πετραίην ἐλάχειαν ἐκοιλαίνοντο χαμεύνην,
- εἰσόκεν ὄρθρος ἔλαμψε σελασφόρος, ἀρτιφανὲς δὲ
- ἀμφοτέροις ἀνέτελλε γαληναίης φάος Ἠοῦς,
- Ἰνδοῖς καὶ Σατύροισιν· ἐπεὶ τότε κυκλάδι νύσσῃ
- Μυγδονίου πολέμοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ
- ἀμβολίην ἐτάνυσσεν ἕλιξ χρόνος· οὐδέ τις αὐτοῖς
- οὐ φόνος, οὐ τότε δῆρις· ἔκειτο δὲ τηλόθι χάρμης
- Βακχιὰς ἑξαέτηρος ἀραχνιόωσα βοείη.
- ἀλλʼ ὅτε δὴ πολέμων ἔτος ἕβδομον ἤγαγον Ὧραι,
- οὐράνιον τότε σῆμα προάγγελον οἴνοπι Βάκχῳ
- φαίνετο, θάμβος ἄπιστον· ἐπεὶ ζόφος ἤματι μέσσῳ