Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οἷα λέων ἄγραυλος ἐπαΐσσων τινὶ ταύρῳ
- ἢ συΐ λαχνήεντι· σιδηρείῳ δέ χιτῶνι
- εἰς μέσον ἐρρώοντο καλυψάμενοι δέμας ἄμφω
- Ἄρεος αἰχμητῆρες· ὁ μὲν δόρθ θοῦρον ἰάλλων
- Ἀστέριος, Μίνωος ἔχων πατρώιον ἀλκήν,
- οὔτασε δεξιτεροῖο βραχίονος ἄκρον ἀμύξας·
- ὃς δὲ κατʼ ἀσοαράγοιο σιδήρεον ἔγχος ἀείρων
- Αἰακός, ὑψιμέδοντος ἑοῦ Διὸς ἄξια ῥέξων,
- νύξαι μὲν μενέαινε μεσαίτατον ἀνθερεῶνα·
- ἀλλά ἑ Βάκχος ἔρυκε καὶ ἥρπασε φοίνιον αἰχμήν,
- αὐχένα μὴ πλήξειεν ἀκοντιστῆρι σιδήρῳ·
- ἀμφοτέρους δʼ ἀνέκοψε καὶ ἴαχε θυιάδι φωνῇ·
- Ῥίψατε τεύχεα ταῦτα φίλην στήσαντς Ἐνυώ·
- ἄρθμιος οὗτος Ἄπης, καὶ ἀνούτατοί εἰσιν ἀγῶνες.
- ἔννεπεν· ἐγρεμόθου δὲ λαβὼν πρεσβήια νίκης
- Αἰακὸς αὐχήεις χρυσέας κνημῖδας ἀείρων
- δῶκεν ἑῷ θεράποντι· καὶ ὕστερα δῶρα κομίζων
- Ἀστέριος κούφιζε δορικτήτην λίθον Ἰνδῶν.
- ἧχι τριηκοστὸν πέλεν ὄγδοον, αἴθοπι δαλῷ δειλαίου Φαέθοντος ἔχεις μόρον ἡνιοχῆος.
- λῦτο δʼ ἀγών· λαοὶ δὲ μετήιον ἔνδια λόχμης,