Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τείρομαι ὀξείῃσι μεληδόσιν· ἐν κραδίῃ δὲ
  2. ἀμφότερον κοτέω τε καὶ ἄχνυμαι, ὅττι δοκεύω
  3. Δηριάδην ζώοντα καὶ ἀκτερέιστον Ὀφέλτην,
  4. μεμφόμενον μετὰ πότμον ἀεργέα χεῖρα Λυαίου·
  5. οὐκέτι Κωδώνη θωρήσσεται, οὐκέτι δειλὴ
  6. μάρναται Ἀλκιμάχεια δορυσσόος· ἀλλὰ καὶ αὐτὸς
  7. Αἰβίαλος δέδμητο, καὶ εἰσέτι θύρσον ἐρύκω.
  8. αἰδέομαι μετὰ δῆριν Ἀρέστορα, μὴ καὶ ἀκούσῃ,
  9. ὅττι θανὼν οὐχ εὗρεν ἀρηγόνα νεκρὸς Ὀφέλτης·
  10. οὐ δύναμαι Κρήτης Κορυβαντίδος ἄστυ περῆσαι,
  11. μὴ γενέτης Ἀγέλαος ὀλωλότα παῖδα γοήσῃ,
  12. Ἀνθέος ὀλλυμένοιο φόνον νήποινον ἀκούων·
  13. αἰδέομαι Μίνωι φανήμεναι· ἐν κλισίῃ γὰρ
  14. Ἀστέριος μογέει βεβολημένος, ὃν πλέον ἄλλων
  15. ῥύσομαι· Εὐρώπης γάρ ἔχεε γένος· ἀλλὰ σαώσας
  16. νόστιμον ἀρτεμέοντα πάλιν γενετῆρι κομίσσω
  17. πηὸν ἐμὸν μετὰ δῆριν, ὅπως μὴ Κάδμος ἀκούσῃ
  18. Ἀστέριον χατέοντα λιποπτολέμου Διονύσου.
  19. ἀλλὰ πάλιν μάρνασθε, καὶ εἰν ἑνὶ πᾶσιν ἀρήξω,
  20. τοσσατίων ἕνα μοῦνον ἀποκτείνας ὀλετῆρα.