Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἔμπεδον ὑμετέρης ἀναλύσεται ἄμμα κορείης,
- οὐ μὰ σὲ καὶ Διόνυσον ἐμῆς ψαύσαντα τραπέζης,
- οὐ μὰ σὲ καὶ σέο θύρσα, καὶ εἰναλίην Ἀφροδίτην.
- εἶπε παραιφαμένη· νεφέλῃ δʼ ἐκαλύψατο κούρην,
- μή μιν ἐσαθρήσωσι φυλάκτορες ἢ σκοπὸς ἀνήρ,
- φώριον ἴχνος ἔχων δολίῳ ποδὶ νυκτὸς ὁδίτης,
- ἠὲ γυναιμανέων θρασὺς αἰπόλος, ἑσπερίην δὲ
- παρθενικὴν ἐρύσειε παρʼ εἰνοδίους ὑμεναίους.
- Κτεινομέναις ἑκάτερθε τριηκοστοῖο τετάρτου Δηριάδης Βάκχῃσι κορύσσεται ἔνδοθι πύργων.
- κούρη δʼ οὐρεσίφοιτος ἑῷ ταχυδίνεϊ ταρσῷ
- ἄψοφον ἴχνος ἔχουσα διέστιχεν εἰς ῥάχιν ὕλης·
- οὐδὲ Θέτις δήθυνεν ἐπʼ ᾐόνος, ἀλλὰ καὶ αὐτὴ
- πατρῴην βρυόεσσαν ἐδύσατο Νηρέος αὐλήν.
- ἤδη δʼ ἀννεφέλοιο διʼ ἠέρος ὄμμα τιταίνων
- ἄντυγας ἀστραίας ὁρόων ἐκορέσσατο Μορρεύς·
- καί τινα μῦθον ἔειπε μεληδόσι θυμὸν ἱμάσσων·
- πλάζεται ἀλλοπρόσαλλος ἐμὸς νόος· οὐ μία βουλή,
- εἷς νόος οὐ μεθέπει με· πολυσπερέες δὲ μενοιναὶ
- ἀμφʼ ἐμὲ κυκλώσαντο, καὶ οὐ μίαν οἶδα τελέσσαι·
- κτείνω Χαλκομέδειαν ἐπήρατον; ἀλλὰ τί ῥέξω,