Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ κεφαλῇ στέφος εἶχε παναίολον, ᾧ ἔνι πολλαὶ
  2. λυχνίδες ἦσαν, Ἔρωτος ὁμόστολοι, ὧν ἄπο πέμπει
  3. φαιδρὰ τινασσομένων ἀμαρύγματα Κυπριδίη φλόξ·
  4. εἶχε δὲ πέτρον ἐκεῖνον, ὃς ἀνέρας εἰς πόθον ἕλκει,
  5. οὔνομα φαιδρὸν ἔχοντα ποθοβλήτοιο Σελήνης,
  6. καὶ λίθον ἱμείρουσαν ἐρωτοτόκοιο σιδήρου,
  7. καὶ λίθον Ἰνδῴην φιλοτήσιον, ὅττι καὶ αὐτὴ
  8. ἐξ ὑδάτων βλάστησεν ὁμόγνιος ἀφρογενείης,
  9. κυανέην θʼ ὑάκινθον, ἐράσμιον εἰσέτι Φοίβῳ·
  10. ἀμφὶ δʼ ἑοῖς πλοκάμοισιν ἐρωτίδα δήσατο ποίην,
  11. ἣν φιλέει Κυθέρεια καὶ ὡς ῥόδον, ὡς ἀνεμώνην,
  12. καὶ φορέει μέλλουσα μιγήμεναι υἱέι Μύρρης·
  13. καὶ λαγόνας στεφανηδὸν ἀήθεϊ δήσατο κεστῷ·
  14. εἶχε δὲ ποικίλον εἷμα παλαίτατον, ᾧ χύτο νύμφης
  15. κρυπταδίῃ φιλότητι κασιγνήτων ὑμεναίων
  16. νυμφίον ἀρχαίης ἔτι λείψανον αἷμα κορείης,
  17. κουριδίης φιλότητος ἵνα μνήσειεν ἀκοίτην·
  18. νιψαμένη δὲ μὲτωπα καλύψατο νώροπι πέπλῳ,
  19. καὶ περόνην συνέεργεν, ἑοῦ κληῖδα χιτῶνος·
  20. καὶ δέμας ἀσκήσασα καὶ ἀθρήσασα κατόπτρῳ