Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- θυρσομανὴς Διόνυσος ἑκηβόλος· ἱπταμένη δὲ
- Βακχιὰς ἐρροίζησε διʼ ἠέρος ἔγχεος αἰχμὴ
- ἄνδρα βαλεῖν ἐθέλουσα, καὶ Ἐγρετίοιο φυγόντος
- ἔχραε Βωλίγγεσσι, καὶ ἐγρεμόθους Ἀραχώτας
- εἰς φόβον ἐπτοίησε· φιλακρήτῳ δὲ πετήλῳ
- φρικτὰ δοριθρασέων ἐδαΐζετο φῦλα Σαλαγγῶν·
- καὶ στρατὸς ἐρτοίητο φερεσσακέων Ἀριηνῶν·
- καὶ προμάχους Φρίγγοιο καὶ Ἐγρετίοιο διώκων
- Εὔιος ἐπτοίησεν ὅλον στρατὸν Οὐατοκοίτην·
- καὶ Λύγον αἱματόεντος ἀπεστυφέλιξε κυδοιμοῦ
- ἀλκήεις Ἰόβακχος· ἐφεδρήσσοντα δὲ δένδρῳ
- οὔτασε Μειλανίωνα δολοπλόκον οἴνοπι θύρσῳ,
- Βασσαρίδας κρυφίοισιν ὀιστεύοντα βελέμνοις·
- ἀλλά μιν ἐζώγρησεν ἀπήμονα δύσμαχος Ἥρη,
- ὅττι δόλῳ κεκόρυστο καὶ ἔχραε πολλάκι Βάκχαις
- κρυπταδίοις πολέμοισιν· ἀεὶ δέ μιν ἔκρυφε πέτρη
- ἢ φυτὸν ὑψικάρηνον ὑποκλεφθέντα πετήλοις,
- ἀνέρας ἀφράστοισιν ὀιστεύοντα βελέμνοις.
- Ἰνδοὶ δʼ ἀνδροφόνοιο μετεσσεύοντο κυδοιμοῦ
- ἠνορέην τρομέοντες ἀνικήτου Διονύσου.