Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Μητροκασιυνήτη, Διὸς εὐνέτι, χαῖρε, γυναικῶν
  2. πασάων μετόπισθε μακαρτάτη, ὅττι Κρονίων
  3. κοιρανίην κόσμοιο τεοῖς τεκέεσσι φυλάσσει,
  4. καὶ χθονὸς ἄστεα πάντα κυβερνήσει σέο φύτλη,
  5. ἕδνα τεῆς φιλότητος, ἐμῇ δʼ ἅμα μητέρι Μαίῃ
  6. ἄστρασιν ἑπταπόροισι συναστράψειας Ὀλύμπῳ
  7. σύνδρομος Ἠελίοιο, συναντέλλουσα Σελήνῃ.
  8. εἰμὶ τεῆς, φιλότεκνε, γουῆς ἐμφύλιος Ἑρμῆς,
  9. ἄγγελος ἀθανάτων τανυαίπτερος, οὐρανόθεν δὲ
  10. ξείνιος ὑψιμέδων με τεὸς προέηκεν ἀκοίτης
  11. ἀμφὶ τεοῦ ξείνοιο θεουδέος· ἀλλὰ καὶ αὐτὴ
  12. πείθεο σῷ Κρονίωνι, καὶ Ἁρμονίην σέο κούρην
  13. πέμπε μολεῖν ἀνάεδνον ὁμόστολον ἥλικι Κάδμῳ,
  14. καὶ Διὶ μακάρεσσι χαρίζεο· τειρομένους γὰρ
  15. ἀθανάτους ὁ ξεῖνος ὅλους ἐσάωσεν ἀείδων·
  16. οὗτος ἀνὴρ μογέοντι τεῷ χραίσμησεν ἀκοίτῃ,
  17. οὗτος ἀνὴρ ἐπέτασσεν ἐλεύθερον ἦμαρ Ὀλύμπῳ.
  18. μή σε τεὴ θέλξειε γόῳ φιλομήτορι κούρη·
  19. ἀλλά μιν εἰς ὑμένσιον ἀλεξικάκῳ πόρε Κάδμῳ
  20. πειθομένη Κρονίωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ.