Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὄρθριον ὕπνον ἄμερσε λάλος τρύζουσα χελιδὼν
  2. ἀρτιφανής, καὶ γυμνὸν ἀπʼ εὐόδμοιο καλύπτρης
  3. εἰαριναῖς ἐγέλασσε λελουμένον ἄνθος ἐέρσαις
  4. ζωογόνοις. Κιλίκων δὲ παρὰ κροκόεντας ἐναύλους
  5. ὑψιλόφου Ταύροιο λιπὼν πρηῶνα κεράστην
  6. πρώιος ἤιε Κάδμος, ὅτε ζόφον ἔσχισεν Ἠώς.
  7. καὶ πλόος ὥριος ἦεν· ἐπειγομένοιο δὲ Κάδμου
  8. ἐκ χθονὸς ὠχλίζοντο χαλινωτήρια νηῶν·
  9. ἱστὸς δʼ ὑψικάρηνος ὑπέρτερον ἠέρα τύπτων
  10. ὄρθιος ἐστήρικτο καὶ ἠρέμα πόντον ἱμάσσων
  11. ἄσθμασιν ἠῴοις ἐπεβόμβεε κοῦφος ἀήτης,
  12. πομπὸν ἔχων κελάδημα, καὶ ἀλλοπρόσαλλα θυέλλαις
  13. οἴδματα κυρτώσας διερῆς ἀνέκοψε χορείης