Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ᾧ ἔνι κοῦρος ἔην Γαιήιος, ᾧ ἔνι κούρη
  2. σὸν σπόρον αὺτοτέλεστον ἀνέτρεφεν ἄρσενι μαζῷ·
  3. σὸν πέλεκυν κούφιζε μογοστόκον, ὄφρα σαώσῃς
  4. σῷ λοχίῳ βουπλῆγι τεῆς ναετῆρας Ἀθήνης.
  5. ἠρεμέεις, Ἥφαιστε, καὶ οὐ σέο τέκνα σαώσεις;
  6. ὴθάδα πυρσὸν ἄειρε προασπιστῆρα Καβείρων,
  7. ὄμμα δὲ σεῖο τίταινε, καὶ ἀρχαίην σέο νύμφην
  8. μεμφομένην σκοπίαζε τεὴν φιλόπαιδα Καβειρώ·
  9. Λημνιὰς Ἀλκιμάχεια τεῆς ἐπιδεύεται ἀλκῆς.
  10. ὥς φαμένου σπέρχοντο θεοὶ ναετῆρες Ὀλύμπου,
  11. ξυνοὶ ἀοσσητῆρες Ἀθηναίη καὶ Ἀπόλλων,
  12. καὶ πυρόεις ῞Ηφαιστος ὁμάρτεε Τριτογενείῃ.
  13. ἀθανάτοις δʼ ἑτέροισιν ὁμίλεε σύνδρομος ῞Ηρη,
  14. Ἄρεα χειρὸς ἔχουσα καὶ εὐρυρέεθρον Ὑδάσπην,
  15. δυσμενέων συνάεθλον ὁμοζήλοιο κυδοιμοῦ,
  16. τοῖσι Φόβος καὶ Δεῖμος ὁμέμποροι, οἷσι καὶ αὐτὴ
  17. ἀντίπαλος Βρομίοιο φερέσταχυς ἵκετο Δηώ,
  18. ζωογόνῳ φθονέουσα φιλοσταφύλῳ Διονύσῳ,
  19. ὅττι μέθης ποτὸν εὗρε, παλαίτερον εὖχος ἐλέγξας
  20. Ζαγρέος ἀρχεγόνοιο φατιζομένου Διονύσου.