Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ μίτον ἡμιτέλεστον ἀπορρίψασα χιτῶνος
- αἰδομένη γλαυκῶπιν ἑῆς ἐπεβήσατο Κύπρου
- ἀνδρομέης Κυθέρεια τιθηνήτειρα γενέθλης·
- καὶ βίον αἰολόμορφον Ἔρως πάλιν ἥρμοσε κεστῷ
- σπείρων εὐαρότοιο λεχώιον ἄντυγα κόσμου.
- τοίην ἱμερόφωνον ἀνέπλεκε Λεῦκος ἀοιδὴν
- ἠλακάτης ἀδίδακτον ἀνυμνείων Ἀφροδίτην,
- ἐργοπόνῳ μέγα νεῖκος ἀναστήσασαν Ἀθήνῃ.
- Ἀλλ' ὅτε δὴ κόρος ἔσκε φιλακρήτοιο τραπέζης,