Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἦν δέ τις αὐτόθι χῶρος ἐύσκιος, ὁππόθι πυκνοῖς
- ἔρνεσι παντοίοισιν ἐμιτρώθη ῥάχις ὕλης
- εὐρυτενής, καὶ κοῖλον ἔην σπέος· ἱπτάμενος δὲ
- οὔ ποτε δένδρεα κεῖνα κατέγραφεν ἰὸς ἀλήτης,
- εἴ τις ὀιστεύσειε, καὶ οὔ ποτε μεσσόθι θάμνων
- ἠέλιος πεφόρητο κατάσσυτος ὀξέι παλμῷ
- ἐνδομύχοις ἀκτῖσιν ὁμόπλοκα φύλλα χαράξας,
- οὐ χύσις ἠερόφοιτος ἐδύσατο δάσκιον ὕλην
- ἐκ Διὸς ὑετίοιο, μόγις δέ οἱ ὕδατος ὁλκῷ
- ὑψιφανὴς Διὸς ὅμβρος ἐπέβρεχεν ἄκρα πετήλων.
- κεῖθι τανυπρέμνοισιν ἐν ἄλσεσι φώριος Ἄρης
- ἠλιβάτων χλοεροῖσι φυτῶν κεκάλυπτο κορύμβοις,
- ἀπροϊδής, ἀτίνακτος, ἐνὶ δρυόεντι δὲ κόλπῳ
- εἶχεν ἀδουπήτων πεφυλαγμένον ἴθμα πεδίλων,
- οὐδὲ διαξαίνων κρυφίῳ ποδὶ φυλλάδα λόχμην,
- οὐ ποδὸς ὀκλάζοντος ἔχων φόβον, οὐ λάλον ἠχὼ
- χείλεϊ βαμβαίνοντι, καὶ οὐ χλόον ἀμφὶ προσώπῳ·
- ἀλλὰ νόον θρασὺν εἶχε καὶ ἔμπεδον, ἐν δὲ χαμεύναις
- μετρητὸν βλεφάροισιν ἐνόπλιον ὕπνον ἰαύων---
- δέγμενος ἐρχομένης στρατιῆς εὔρυθμον Ἐνυώ.