Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- γυμνὴ Τειρεσίας θηήσατο μοῦνον Ἀθήνην,
- οὐ δόρυ θοῦρον ἄειρε καὶ οὐ πολέμιζε θεαίνῃ.
- ἔμπης μοῦνον ὄπωπε καὶ ὤλεσε φέγγος ὀπωπῆς.
- τοῖον ἔπος κατέλεξε διʼ ἠέρος ὑψιμέδων Ζεὺς
- δυσσεβίην ὑπέροπλον ὀπιπεύων Λυκοόργου.
- εἰκοστὸν πρώτιστον ἔχει χόλον ἐννοσιγαίου καὶ μόθον Ἀμβροσίης ῥηξήνορα καὶ λόχον Ἰνδῶν.
- οὐδὲ Δρυαντιάδης προτέρης ἐπελήσατο χάρμης·
- ἀλλὰ λαβὼν βουπλῆγα τὸ δεύτερον ἔνδοθι λόχμης ---
- ἔθνεα Βασσαρίδων διζήμενος. ἀμβροσίῃ δὲ
- δῶκε μένος καὶ θάρσος ἀρειμανές οὐράνιος Ζεύς,
- ἣ τότε βακχευθεῖσα κατάσχετος οἴδματι λύσσης
- μάρμαρον ἠέρταζε, καταιχμάζουσα Λυκούργου,
- καὶ βριαρήν τρυφάλειαν ἀπεστυφέλιξε κομάων.
- αὐτὰρ ὁ θαρσήεις ἐπεμάρνατο μείζονι πέτρῳ
- τρηχαλέῳ, καὶ στέρνα βοώπιδος ἤλασε Νύμφης·
- οὐδέ μιν ἐπρήνιξε, χόλῳ δʼ ἀνενείκατο φωνήν·
- Ἆρες, ἄναξ πολέμοιο, πάτερ κρατεροῖο Λυκούργου,
- αἰδόμενος σκοπίαζε τεὸν γόνον ἀντὶ Λυαίου
- οὐτιδανήν ἀσίδηρον ὀιστεύοντα γυναῖκα.
- πόντος ἐμόν βουπλῆγα βιάζεται· ἐν ῥοθίοις γὰρ