Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ῥέξον ὑπὲρ βωμοῖο λαβὼν εὔοδμον ὀφίτην,
- κικλήσκων Ὀφιοῦχον Ὀλύμπιον, ἐν πυρὶ καίων
- Ἰλλυρικῆς ἐλάφοιο πολυγλώχινα κεραίην,
- ὄφρα φύγῃς, ὅσα πικρὰ τεῷ πεπρωμένα πότμῳ
- Μοιριδίης ἔκλωσεν ἕλιξ ἄτρακτος ἀνάγκης,
- εἰ λίνα Μοιράων ἐπιπείθεται. ἀλλὰ τοκῆος
- μνῆστιν ἔα κοτέοντος Ἀγήνορος, ἀσταθέων δὲ
- ἀμφὶ κασιγνήτων μὴ δείδιθι· κεκριμένοι γὰρ
- πάντες ἔτι ζώουσιν, ἐπεὶ Νοτίην χθόνα Κηφεὺς
- νάσσατο Κηφήνων ἐπιήρανος Αἰθιοπήων,
- καὶ Θάσος εἰς Θάσον ἦλθεν, ἀερσιλόφοιο δὲ Ταύρου
- δύσνιφον ἀμφὶ τένοντα Κίλιξ Κιλίκεσσιν ἀνάσσει,
- Θρηικίην δʼ ἐπὶ πέζαν ἀπόσσυτος ἵκετο Φινεύς·