Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἶα πάλιν μέλποντος ἀσιγήτοιο νομῆος·
  2. καἰ μιν ἐποικτείρων μορφώσατο Δελφὸς Ἀπόλλων,
  3. καὶ ποταμὸν ποίησεν ὁμώνυμον· εἰσέτι κείνου
  4. Σειληνοῦ λασίοιο φατίζεται ἀγκύλον ὕδωρ,
  5. καὶ κτύπον ἠνεμόφοιτον ἐρεύγεται, οἶά περ αἰεὶ
  6. ἀντιτύποις δονάκεσσι μελιζομένου Φρυγὸς αὐλοῦ.
  7. καὶ σὺ δέμας μετάμειψας ἀρείονι νεῖκος ἀνάψας
  8. Σειληνῷ προτέρῳ πανομοίιος. ἀλλὰ σὺ νύμφην
  9. μηκέτι μαστεύσειας ἀσάμβαλον ἠθάδα Βάκχην,