Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Διὶ παμμεδέοντι μιῆς ἔψαυσε τραπέζης,
  2. Ἀρκαδίης παρὰ πέζαν· ὑπὲρ Σιπύλου δὲ καρήνων
  3. Τάνταλος, ὡς ἐνέπουσι, τεὸν ξείνισσε τοκῆα,
  4. δαιτρεύσας δʼ ἑὸν υἷα θεοῖς παρέθηκεν ἐδωδήν·
  5. καὶ Πέλοπος πλατὺν ὦμον, ὅσον θοινήσατο Δηώ,
  6. μορφώσας ἐλέφαντι, νόθῳ τεχνήμονι κόσμῳ,
  7. υἱέα δαιτρευθέντα πάλιν ζώγρησε Κρονίων,
  8. ἔμπαλιν ἀλλήλοις μεμερισμένα γυῖα συνάπτων.
  9. ἀλλὰ τί σοι, Διόνυσε, Λυκάονα παιδοφονῆα
  10. ξεινοδόκον μακάρων, καὶ Τάνταλον ἠεροφοίτην
  11. νεκταρέων ὀνόμηνα δολόφρονα φῶρα κυπέλλων,
  12. δήιον ἀμβροσίης καἰ νέκταρος ἄνδρα πιφαύσκων;
  13. Ζῆνα καὶ Ἀπόλλωνα μιῇ ξείνισσε Μακελλώ [*](τραπέζῃ seems to have ended the line, and another, ending Μακελλώ, contained details.)---
  14. καὶ Φλεγύας ὅτε πάντας ἀνερρίζωσε θαλάσσῃ
  15. νῆσον ὅλην τριόδοντι διαρρήξας ἐνοσίχθων,
  16. ἀμφοτέρας ἐφύλαξε καὶ οὐ πρήνιξε τριαίνῃ.
  17. καὶ σύ, φέρων μίμημα τεοῦ ξενίοιο τοκῆος,
  18. εἰς μίαν ἠριγένειαν ἐμῶν ἐπίβηθι μελάθρων·
  19. δὸς χάριν ἀμφοτέροις, καὶ Βότρυϊ καἰ γενετῆρι.
  20. ὥς εἰπὼν παρέπεισεν· ἑῷ δʼ ἐποχήσατο δίφρῳ.