Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἐλπίσιν ἀπρήκτοισιν ἐς οἰκία Δηριαδῆος,
- ἀμφιλαφεῖς ἐλατῆρες ἀμετροβίων ἐλεφάντων.
- καὶ Σατύρους μετὰ δῆριν ἐποίνιον εἰς χορὸν ἕλκων
- Πὰν νόμιος κελάδησε, χέων ἐπινίκιον ἠχώ.
- καὶ Βλέμυς οὐλοκάρηνος, Ἐρυθραίων πρόμος Ἰνδῶν,
- ἱκεσίης κούφιζεν ἀναίμονα θαλλὸν ἐλαίης,
- Ἰνδοφόνῳ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ.
- καὶ θεός, ἀθρήσας κυρτούμενον ἀνέρα γαίῃ,
- χειρὶ λαβὼν ὤρθωσε, πολυγλώσσῳ δʼ ἅμα λαῷ
- κυανέων πόμπευεν ἐρύκων [*](Ludwich later retracted ἐρύκων and read Ἐρυθραίων ἑκὰς with g.) τηλόθεν Ἰνδῶν,
- κοιρανίην στυγέοντα καὶ ἤθεα Δηριαδῆος,
- Ἀρραβίης ἐπί πέζαν, ὅπῃ παρὰ γείτονι πόντῳ
- ὄλβιον οὖδας ἔναιε καὶ οὔνομα δῶκε πολίταις·
- καὶ Βλέμυς ὠκὺς ἵκανεν ἐς ἑπταπόρου στόμα Νείλου,
- ἐσσόμενος σκηπτοῦχος ὁμόχροος Αἰθιοπήων·
- καί μιν ἀειθερέος Μερόης ὑπεδέξατο πυθμήν,
- ὀψιγόνοις Βλεμύεσσι προώνυμον ἡγεμονῆα.
- ὀκτωκαιδεκάτῳ Στάφυλος καὶ Βότρυς ἱκάνει, εἰς θαλίην καλέοντες ὀρίδρομον υἷα Θυώνης.
- ἤδη δὲ πτερόεσσα πολύστομος ἵπτατο Φήμη
- Ἀσσυρίης στίχα πᾶσαν ὑποτροχόωσα πολήων,