Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἦεν ἀγών, ἑτέρης δὲ θεμείλια πήγνυτο χάρμης.
- ὄφρα μὲν Ἰνδὸν ὅμιλον ὀρίδρομος ὥπλισεν Ἄρης,
- τόφρα δὲ Βασσαρίδις πολυκαμπέος ὑψόθι Ταύρου
- εἰς μόθον ἠπείγοντο, συνεστρατόωντο δὲ Βάκχοι
- ὁπλοφόροι καὶ Φῆρες ἀτευχέες· οἱ μὲν ἐναύλων
- ῥηξάμενοι κρηπῖδας ἐκούφισαν, οἱ δὲ κολώνης
- ὑψιτενῆ πρηῶνα· καὶ ἀρχομένοιο κυδοιμοῦ
- ἔχραον ἀντιβίοισι· πολυσχιδέες δὲ χαράδραι
- Ἰνδῴοις ἑλικηδὸν ὀιστεύοντο καρήνοις.
- καὶ ποσὶ λεπταλέοισιν ἐπισκαίροντες ἐρίπνῃ
- Πᾶνες ἐθωρήσσοντο μεμηνότες, ὧν ὁ μὲν αὐτῶν
- μάρψας εὐπαλάμῳ βεβιημένον αὐχένα δεσμῷ
- δήιον αἰγείῃσιν ἀνέσχισεν ἀνέρα χηλαῖς,
- σὺν βριαρῷ θώρηκι μέσον κενεῶνα χαράσσων·
- ὃς δὲ τανυπτόρθων κεράων εὐκαμπέσιν αἰχμαῖς
- ὄρθιον ἁρπάξας τετορημένον Ἰνδὸν ἀλήτην
- μεσσοπαγῆ κούφιζεν, ἐς ἠερίας δὲ κελεύθους
- δισσαῖς ὑψιπότητον ἀνηκόντιζε κεραίαις,
- κύμβαχον αὐτοκύλιστον· ἀμαλλοφόροιο δὲ Δηοῦς
- ἄλλος ἑῇ παλάμῃ δονέων καλαμητόμον ἅρπην,