Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καί ποτε μὲν μενέαινε κατʼ αὐχένος ἆορ ἐρεῖσαι,
- ἄλλοτε δʼ αὐτοκύλιστος ἀπʼ οὔρεος ἤθελε πίπτειν
- ὑστατίῃ προκάρηνος ὀλισθήσασα κονίῃ·
- καὶ γαμίης μενέαινεν ἀιστῶσαι πόμα πηγῆς,
- εἰ μὴ ἀμειψαμένη προτέρη χύσις ἰκμάδα Βάκχου
- λευκὸν ὕδωρ κελάρυζε καὶ οὐκέτι χεῦμα Λυαίου.
- καὶ Κρονίδην ἱκέτευε καὶ Ἄρτεμιν, ὄφρα τελέσσῃ
- αὔλια Νηιάδων κεκονιμένα διψάδι χέρσῳ.
- πολλάκι δʼ ὄμμα τίταινε διʼ οὔρεος, εἴ που ἐφεύροι
- ἴχνιον ἀστήρικτον ἀθηήτου Διονύσον,
- ὄφρα βάλῃ τόξοισι γυνὴ θεόν, ὄφρα δαμάσσῃ
- δαίμονα βοτρυόεντα· καὶ ἤθελε μᾶλλον ἐκείνην
- ἄμπελον εὐναίην φλογερῷ πυρὶ πᾶσαν ὀλέσσαι.
- πολλάκι δʼ ἀθρήσασα διʼ οὔρεος ἴχνια Βάκχου
- ἠερίας τόξευεν ὀιστεύουσα θυέλλας·
- πολλάκι δʼ ἔγχος ἄειρε, καὶ εἰς σκοπὸν ἀντίον ἔστη.
- ὄφρα δέμας πλήξειεν ἀνουτήτου Διονύσου·
- ἀλλὰ μάτην προέηκε καὶ οὐκ ἐτύχησε Λυαίου.
- καὶ ποταμῷ κεχόλωτο καὶ ὤμοσε, μή ποτε πηγῆς
- χείλεσι διψαλέοισι πιεῖν ἀπατήλιον ὕδωρ·