Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη—
  2. καὶ Νύμφας ἀκάχησεν, ὀρειάδος οὐ κλύε πέτρης,
  3. οὐ πτελέης ἤκουσε καὶ οὐκ ᾐδέσσατο πεύκην
  4. λισσομένην· μὴ πέμπε βέλος, μὴ κτεῖνε νομῆα.
  5. καὶ λύκος ἔστενεν Ὕμνον, ἀναιδέες ἔστενον ἄρκτοι,
  6. καὶ βλοσυροῖς βλεφάροισι λέων ὠδύρετο βούτην·
  7. Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.
  8. ἄλλο λέπας δίζεσθε, βόες, μαστεύσατε, ταῦροι,
  9. ξεῖνον ὄρος· ποθέων γὰρ ἐμὸς γλυκὺς ὤλετο βούτης.
  10. θηλυτέρῃ παλάμῃ δεδαϊγμένος. εἰς τίνα λόχμην
  11. ἴχνος ἄγω; σώζεσθε, νομαί, σώζεσθε, χαμεῦναι.
  12. Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.
  13. χαίρετέ μοι, σκοπιαί τε καὶ οὔρεα, χαίρετε, πηγαί,
  14. χαίρετε, Νηιάδες, καὶ ἐμαὶ δρύες. ἀμφότεροι δὲ
  15. Πὰν νόμιος καὶ Φοῖβος ἀνίαχον· αὐλός ἀλάσθω.
  16. πῇ Νέμεσις; πῇ Κύπρις; ἔρως, μὴ ψαῦε φαρέτρης·
  17. σύριγξ, μηκέτι μέλπε· λιγύθροος ὤλετο βούτης.
  18. δειλαίου δὲ νομῆος ἀμεμφέα λύθρον Ἐρώτων
  19. γνωτῇ φοῖβος ἔδειξε, καὶ ἔστενεν Ἄρτεμις αὐτὴ
  20. ὕμνου νεκρὸν ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων.