Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀμφὶ ῥόον ποταμοῖο μελίπνοον· ὧν ὁ μὲν αὐτῶν
  2. ἀγχιβάτης στατὸν ἴχνος ἐπʼ ἰλύι δισσὸν ἐρείσας
  3. ἡμιφανὴς ἕστηκε, καὶ ὀμφαλὸν ὕδατι δεύων,
  4. κυρτὸς ἔσω ποταμοῖο κεκυφότα νῶτα τιταίνων,
  5. χερσὶ βαθυνομένῃσι μελισταγὲς ἤφυσεν ὕδωρ·
  6. ὃς δὲ παρὰ προχοῇσι, κατάσχετος αἴθοπι δίψῃ,
  7. πορφυρέῳ προβλῆτα γενειάδα κύματι βάπτων,
  8. στῆθος ἐφαπλώσας ποταμηίδος ὑψόθεν ὄχθης,
  9. οἰγομένοις στομάτεσσιν ἀνείρυσεν ἰκμάδα Βάκχου·
  10. πρηνὴς δʼ ἄλλος ἔην πελάσας στόμα γείτονι πηγῇ,
  11. καὶ διερὰς δαπέδῳ ψαμαθώδεϊ χεῖρας ἐρείσας
  12. χείλεσι διψαλέοισιν ἐδέχνυτο δίψιον ὕδωρ·
  13. ἄλλοι δʼ ὀστρακόεντι μέθην ἀρύοντο κυπέλλῳ,
  14. πυθμένα κουφίζοντες ἐαγότος ἀμφιφορῆος·
  15. καὶ πολὺς ἑσμὸς ἔπινεν ἐρευθιόωντι ῥεέθρῳ
  16. κισσυβίῳ προχέων ποταμηίδος ὄγκον ἐέρσης,
  17. μηλονόμων ἄγραυλον ἔχων δέπας. ἀντιβίων δὲ
  18. οἶνον ἐρευγομένων πολυχανδέος ἀνθερεῶνος
  19. ὄμμασι δερκομένοισιν ἐδιπλώθησαν ἐρίπναι,
  20. καὶ βλεφάροις δοκέεσκον ἰδεῖν διδυμόζυγον ὕδωρ.