Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. φήμη ἀελλήεσσα Σάμου παρὰ μύστιδι πεύκῃ
  2. υἱέας Ἡφαίστοιο δύω θώρηξε Καβείρους,
  3. οὔνομα μητρὸς ἔχοντας ὁμόγνιον, οὓς πάρος ἄμφω
  4. οὐρανίῳ χαλκῆι τέκε Θρήισσα Καβειρώ·
  5. Ἄλκων Εὐρυμέδων τε, δαήμονες ἐσχαρεῶνος.
  6. καὶ βλοσυροὶ Κρήτηθεν ἀολλίζοντο μαχηταὶ
  7. δάκτυλοι Ἰδαῖοι, κραναῆς ναετῆρες ἐρίπνης,
  8. Γηγενέες Κορύβαντες ὁμήλυδες, ὧν ποτε Ῥείῃ
  9. ἐκ χθονὸς αὐτοτέλεστος ἀνεβλάστησε γενέθλη·