Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἐν τρισκαιδεκάτῳ στρατιὴν νήριθμον ἐνίψω καὶ προμάχους ἥρωας ἀγειρομένους Διονύσῳ.
- Ζεὺς δὲ πατὴρ προέηκεν ἐς αὔλια θέσκελα Ῥείης
- Ἶριν ἀπαγγέλλουσαν ἐγερσιμόθῳ Διονύσῳ,
- ὄφρα δίκης ἀδίδακτον ὑπερφιάλων γένος Ἰνδῶν
- Ἀσίδος ἐξελάσειεν ἑῷ ποινήτορι θύρσῳ,
- ναύμαχον ἀμήσας ποταμήιον υἷα κεράστην,
- Δηριάδην βασιλῆα, καὶ ἔθνεα πάντα διδάξῃ
- ὄργια νυκτιχόρευτα καὶ οἴνοπα καρπὸν ὀπώρης.
- ἡ μὲν ἐρεσσομένων πτερύγων ἀνεμώδεϊ ῥιπῇ
- δυσαμένη κελάδοντα λεοντοκόμου μυχὸν ἄντρου
- ἄψοφον ἴχνος ἔπηξεν, ἀφωνήτῳ δὲ σιωπῇ
- σφιγξαμένη στόμα δοῦλον ὀρειάδος ἐγγὺς ἀνάσσης
- ἵστατο κυρτωθεῖσα, καθελκομένου δὲ καρήνου
- χείλεσιν ἱκεσίοισι πόδας προσπτύξατο Ῥείης.
- καὶ τὴν μὲν Κορύβαντες ἀμειδέι νεύματι Ῥείης
- θεσπεσίης ἀρέσαντο παρὰ κρητῆρι τραπέζης·
- θαμβαλέη δὲ πιοῦσα νεηγενέος χύσιν οἴνου
- τέρπετο βακχευθεῖσα· καρηβαρέουσα δὲ δαίμων