Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ στάχυν ἀκροκόμοισι περιφρίσσοντα κορύμβοις
- δεξιτερῇ κούφιζε καὶ ὀξυτόμου γένυν ἅρπης
- ἄγγελον ἀμητοῖο, δέμας δʼ ἐσφίγγετο κούρη
- ἀργενναῖς ὀθόνῃσιν, ἑλισσομένης δὲ χορείῃ
- φαίνετο λεπταλέοιο διʼ εἵματος ὄργια μηρῶν,
- καὶ νοτεροὺς ἱδρῶτας ἀνιεμένοιο προσώπου
- θερμοτέρῳ Φαέθοντι καθικμαίνοντο παρειαί·
- ἄλλη δʼ εὐαρότοιο προηγήτειρα χορείης
- θαλλὸν ἐλαιήεντα λιπότριχι δήσατο κόρσῃ
- ἑπταπόρου ποταμοῖο διάβροχον ὕδασι Νείλου,
- καὶ ψεδνὴν μεθέπουσα μαραινομένην τρίχα κόρσης
- καρφαλέον δέμας εἶχεν, ἐπεὶ φθινοπωρὶς ἐοῦσα
- φυλλοχόοις ἀνέμοις ἀπεκείρατο δενδράδα χαίτην·
- οὔ πω γὰρ χρυσέων ἑλίκων πλεκτοῖσι κορύμβοις
- βότρυες ἀμπελόεντες ἐπέρρεον αὐχένι νύμφης,
- οὐδέ μιν οἰνωθεῖσα φιλακρήτῳ παρὰ ληνῷ
- πορφυρέης ἐμέθυσσε Μαρωνίδος ἰκμὰς ἐέρσης,
- οὐδὲ παλινδίνητος ἀνέδραμε κισσὸς ἀλήτης·
- ἀλλὰ τότε χρόνος ἦλθε μεμορμένος, οὗ χάριν αὐταὶ
- εἰς δόμον Ἠελίοιο συνήλυδες ἔδραμον Ὧραι.