Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἑνδέκατον δὲ δόκευε καὶ ἱμερόεντα νοήσεις ἄμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ.
- λῦτο δʼ ἀγών· ἐρόεις δὲ νέος φιλοπαίγμονι νίκῃ
- κυδιόων σκίρτησεν ὁμέψιος ἥλικι Βάκχῳ
- εἰλιπόδην περὶ κύκλον ἀλήμονα ταρσὸν ἀμείβων,
- δεξιτερὴν πάνλευκον ἐπικλίνων Διονύσῳ·
- καί μιν ἰδὼν Ἰόβακχος ἀγήνορα δίζυγι νίκῃ
- ποσσὶ περισκαίροντα φίλῳ μειλίξατο μύθῳ·
- Σπεῦδε πάλιν, φίλε κοῦε, ποδωκείης μετὰ νίκην
- καὶ μετὰ πεζὸν ἄεθλον ἔχειν τρίτον ἄλλον ἀγῶνα,
- νηχομένῳ δʼ ἀκίχητος ὁμήλικι νήχεο Βάκχῳ.
- Ἄμπελε, νικήσας με παρὰ ψαμάθοισι παλαίων,