Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὁππόσον ἱστοπόνοιο κανὼν πρὸς στήθεϊ κούρης
  2. μεσσοφανὴς λάχε χῶρον ἀκαμπέι γείτονα μαζῷ.
  3. καὶ τρίτος Ἄμπελος ἦεν ὀπίστερος· εἰσορόων δὲ
  4. ζηλήμων Διόνυσος ἐτήκετο λοξὰ δοκεύων
  5. διχθαδίους προθέοντας ἀεθλητῆρας ἀγώνων,
  6. μή ποτε νικήσωσι καὶ Ἄμπελος ὕστερος ἔλθῃ·
  7. ἀλλὰ θεὸς χραίσμησεν, ἐνιπνεύσας δέ ὁι ἀλκὴν
  8. κοῦρον ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης·
  9. καὶ διδύμων πρώτιστος ἀεθλοφόρων ἐν ἀγῶνι
  10. σπερχομένων, διερῇ μὲν ἐπʼ ᾐόνι γούνατα πάλλων,
  11. κισσὸς ἐπωλίσθησε πεσὼν ψαμαθώσεϊ πηλῷ,
  12. καὶ σφαλερὴ Ληνῆος ἐσύρετο γούνατος ὁρμὴ
  13. ἂψ ἀνασειράζουσα ποδῶν δρόμον· ἀθλοφόροι δὲ
  14. ἀμφότεροι λείποντο, καὶ Ἄμπελος ἥρπασε νίκην.
  15. Σειληνοὶ δὲ γέροντες ἀνίαχον Εὔιον ἠχὼ
  16. νίκην ἠιθέοιο τεθηπότες· ἁβροκόμης δὲ
  17. δέκτο νέος τὰ πρῶτα, τὰ δεύτερα δέχνυτο Ληνεὺς
  18. ζῆλον ἔχων, φθονερὸν δὲ δόλον γίνωσκε Λυαίου
  19. καὶ πόθον· αἰδομένῃ δὲ συνήλικας εἶδεν ὀπωπῇ
  20. λοίσθια Κισσὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.