Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἁρμονίης ἤκουε, καὶ οὐ γίνωσκε Τυφωεύς.
- θελγομένῳ δὲ Γίγαντι νόθος παρεσύρισε ποιμὴν
- ἀθανάτων ἅτε φύζαν ἑῇ σύριγγι λιγαίνων,
- καὶ Διὸς ἐσσομένην ἐμελίζετο γείτονα νίκην
- ἑζομένῳ Τυφῶνι μόρον Τυφῶνος ἀείδων·
- καὶ πλέον οἶστρον ἔγειρε. καὶ ὡς νέος ἡδέι κέντρῳ
- ἁβρὸς ἐρωμανέων ἐπιθέλγεται ἥλικι κούρῃ,
- καὶ πῇ μὲν χαρίεντος ἐς ἄργυφα κύκλα προσώπου,
- πῇ δὲ βαθυσμήριγγος ἀλήμονα βότρυν ἐθείρης
- δέρκεται, ἄλλοτε χεῖρα ῥοδόχροον, ἄλλοτε μίτρῃ
- σφιγγομένην ῥοδόεντος ἴτυν μαζοῖο δοκεύει
- αὐχένα παπταίνων γυμνούμενον, ἀμφὶ δὲ μορφῇ
- θέλγεται ἀλλοπρόσαλλον ἄγων ἀκόρητον ὀπωπήν,
- οὐ δὲ λιπεῖν ἐθέλει ποτὲ παρθένον· ὥς ὅ γε Κάδμῳ
- θελγομένην μελέεσσιν ὅλην φρένα δῶκε Τυφωεύς.
- δεύτερον ἀστερόφοιτον ἔχει Τυφῶνος Ἐνυὼ καὶ στεροπὴν καὶ ἄεθλα Διὸς καὶ κῶμον Ὀλύμπου.
- ὥς ὁ μὲν αὐτόθι μίμνε παρὰ σφυρὰ φορβάδος ὕλης
- ἀκροπόρῳ σύριγγι μετάτροπα χείλεα σύρων,
- Κάδμος Ἀγηνορίδης νόθος αἰπίλος· ἀπροϊδὴς δὲ
- Ζεὺς Κρονίδης ἀκίχητος ὑπὸ σπέος ἄψοφος ἕρπων