Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

ιγʹ. Γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.

Εἰ πάντα τὰ ὅσα ἦν ἔμπροσθεν τῷ Ἰὼβ, διπλᾶ δέδωκεν ὁ Κύριος, μετὰ τὴν πληγὴν, καθὰ τὸ ἱερόν φησι γράμμα, ἔδει καὶ τοὺς παῖδας διπλῶς εἶναι. Σκόπει γὰρ ἐπὶ τῶν κτηνῶν· πρόβατα, φησὶν, ἦν αὐτῷ μύρια τετρακισχίλια, ἐν γὰρ τῇ ἀρχῇ εἶχεν ἑπτακισχίλια· καμήλων ἑξακισχίλια, ἐν γὰρ τῇ ἀρχῇ εἶχεν τρισχίλια· ζεῦγα βοῶν χίλια, πρῶτον γὰρ ἦσαν πεντακόσια. Τὸ αὐτὸ καὶ ἐπὶ τῶν νομάδων ὄνων.

Γεννῶνται δὲ αὐτῷ, φησὶν, υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς, ὅσοι ἦσαν καὶ πρότερον· ἔδει δὲ τοὺς μὲν δεκατέσσαρας εἶναι, τὰς δὲ ἓξ, ἵνα εἶεν διπλοῖ τῶν ἀπολωλότων παίδων. Λέγομεν οὖν, ὅτι τὰ μὲν πρόβατα ἀπολώλονται, καὶ τὰ κτήνη· οἱ δὲ υἱοὶ καὶ αἱ θυγατέρες τεθνήκασιν, οὐκ ἀπώλοντο. Ἔδωκεν οὖν αὐτῷ ὁ Θεὸς καὶ ἕτερα τοσοῦτα τέκνα, ὥστε ἐν τῇ ἀναστάσει διπλᾶ ἔχειν αὐτὰ, ὥστε καὶ πατέρα διπλασίων παίδων αὐτὸν πεποίηκεν ὁ Θεὸς, ὧν ἦν πρότερον πατήρ. Εἰ δὲ ἡ ψυχὴ ἐσβέννυτο μετὰ θάνατον, καὶ τὰ τῆς ἀναστάσεως οὐκ ἦν ἀληθῶς, ἔδει υἱοὺς δοθῆναι δεκατέσσαρας καὶ θυγατέρας ἕξ. Διὸ ἱερῶς ἡ γραφὴ τετήρηκε περὶ τοῦ ὅτι ἔλαβεν υἱοὺς ζʹ· εἰ δὲ ἐγεγόνεισαν αὐτῷ δέκα τέσσαρες υἱοὶ καὶ θυγατέρες ἓξ, σωζομένου τοῦ περὶ τῆς ἀναστάσεως λόγου, οὐκ εἰσὶν αὐτῷ διπλᾶ δεδομένα τὰ τέκνα, ἀλλὰ τριπλᾶ, ἢ ἦσαν δὲ πρῶτον.

ιςʹ. Ἔζησε δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησεν διακόσια τεσσαράκοντα Alex. addit. ὀκτώ]. Vat. 808, 2.

Πῶς νοεῖται ὁ Ἰὼβ ζήσας μετὰ τὴν πληγὴν, ἔτη ροʹ, τῶν πάντων ὄντων τῆς ζωῆς αὐτοῦ ἐτῶν σμηʹ; Φαμὲν τοίνυν λεπτολογοῦντες, ὅτι πάντα τὰ ἀγαθὰ διπλᾶ ἀπολαβὼν, ἐὰν καὶ τὰ τῆς προτέρας εὐημερίας ἔτη διπλᾶ ἀπείληπται, οὕτως ἀριθμῆσαι προσήκει. Ἔζησεν ἐν τῇ προτέρᾳ εὐθηνίᾳ ἔτη οζʹ, καὶ ἀφ’ οὗ τὴν πληγὴν ἐδέξατο, ἔμεινεν ἐν τῇ κακοπαθείᾳ ἔτη ιδʹ. Οὕτως νοητέον τὸ μετὰ τὴν πληγὴν, οὐκ ἀφ’ οὗ ἡ πληγὴ ἐπαύσατο, ἀλλ’ ἀφ’ οὗ ἤρξατο· μετὰ δὲ τὰ τέσσαρα καὶ δέκα ἔτη, χρόνον τῆς νόσου,

ἔζησεν ἕτερα ρνςʹ· τῶν γὰρ τῆς προτέρας εὐημερίας οηʹ ἐτῶν τυγχανόντων, ὁ διπλοῦς χρόνος τῆς ὕστερον εὐπραγίας ρνςʹ ἔτη συνάγει· προτιθεμένων δὲ καὶ τῶν ιδʹ ἐτῶν τῆς πληγῆς, συνάγονται ἔτη ροʹ, καὶ οὕτως εὑρίσκεται ζήσας, μετὰ τὴν πληγὴν, τουτέστιν ἀφ’ οὗ ἡ πληγὴ ἐνήνεκται, ἔτη ροʹ κατὰ τὴν γραφήν. Σώζεται δὲ οὕτω καὶ ἡ διπλασίων τῆς εὐθηνίας ἀνταπόδοσις. Συνελὼν τοίνυν, ἀριθμήσεις οὕτως· ἔζησεν ἐν πλούτῳ καὶ εὐπαιδίᾳ ἔτη οηʹ· ἐν τῇ πάντων ἀποβολῇ καὶ τῇ κακίᾳ τοῦ σώματος ἔτη ιδʹ· ἐν τῇ δευτέρᾳ εὐπραγίᾳ ἔτη ρνζʹ, ὡς εἶναι τὸν πάντα τῆς ζωῆς αὐτοῦ χρόνον, ἔτη σμηʹ, καθά φησιν ἡ κατ’ αὐτὸν ἱερὰ βίβλος.