Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)
Origen
Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.
κʹ. Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ῥῖνα αὐτοῦ;
Δύνασαι οὖν, φησὶν, ὧ Ἰὼβ, ποιῆσαι ὅπερ ὁ Μονογενὴς ὕστερον εἰργάσατο; Ὥσπερ γάρ τι δέλεαρ αὐτῷ τὴν οἰκείαν σάρκα προβαλλόμενος διὰ τῶν οἰκείων ἥλων, ὡς δι’ ἀγκίστρων, ἰχθὺν ἤγρευσεν Λευιαθάν. Οὕτω γὰρ τὸ ἑβραϊκὸν ἔχει, καὶ σημαίνει τὸν δράκοντα.
κζʹ. Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ [καὶ μηκέτι γινέσθω]; Vat. 806, 2.
Πόλεμον ἐνταῦθα λέγει τὴν ταραχὴν, τὴν ἀγριότητα, τὸ χρίμψασθαι αὐτοῦ. Πῶς γίνεται, φησί; τοιοῦτόν ἐστι θηρίον ἄγριον καὶ δυνατὸν καὶ ἀπόπληκτον. Δύνασαι δὲ αὐτὸν, φησὶ, τῇ σῇ δυνάμει καταδῆσαι; ἢ ὅλως μνησθῆναι καὶ ἐννοῆσαι τὸν μέλλοντα γίνεσθαι ἐν τῷ σώματι αὐτοῦ πόλεμον; Σῶμα δὲ αὐτοῦ δαίμονας λέγει, ὡς αὐτοῦ κεφαλὴ ὄντος· τοῦτον δὲ τὸν πόλεμον ἐνίκησε διὰ, τοῦ τροπαίου τοῦ σταυροῦ ὁ Κύριος. δέ· Τὸ μηκέτι γινέσθω, ἐπειδήπερ ἅπαξ γέγονεν ὁ σταυρός· ὃς γὰρ ἀπέθανε τῃ ἁμαρτίᾳ, φησὶν, ἀπέθανεν ἐφάπαξ.