Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

ιαʹ. Εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ. Vat. 803, 2.

Ὁ δὲ Σύμμαχος Ἕως ὧδε τετάχθω τὸ ἔπαρμα τῶν κυμάτων σου. Οὕτω μὲν γὰρ ἀσφαλῶς κατέχει αὐτὴν ὡσανεὶ κλείθροις· οὕτω δὲ εὐκόλως, ὡσανεὶ ἐπὶ τάξει. Εἶπα γὰρ, φησὶ, καὶ οὐκ ἔστιν ἀντειπεῖν, ὅταν, μηδεμίας ἀνάγκης ὠθούσης, τοῦτο γίνηται· ἅμα καίτοι πολλῆς τῆς βίας καὶ τῆς ῥώμης αὐτὴν μαστιζούσης· διὰ γὰρ τοῦτο οὐκ ἀφῆκεν αὐτὴν εἶναι γαληνιαίαν, οὐδὲ ἥμερον, ἵνα κηρύττῃ τοῦ Θεοῦ τὴν ἰσχὺν, τῆς φύσεως τῷ προστάγματι μαχομένης, καὶ τοῦ προστάγματος πανταχοῦ νικῶντος. Εἰ γὰρ ἥμερον ἦν τὸ ὕδωρ, τῇ φύσει τοῦ ὕδατος τὴν εὐταξίαν ἄν ἐλογίσαντο πολλοί· νῦν δὲ ταραττομένη, μαστιγουμένη, ὠθουμένη ἔνδον, καὶ τὰ ὅρια ὑπερβῆναι μὴ δυναμένη, διὰ τῆς ταραχῆς κηρύττει τοῦ Θεοῦ τὴν ἰσχύν.

μαʹ. Τίς δὲ ἡτοίμασε κόρακι βοράν; Vat. 804, 1.

Λέγεται γὰρ μὴ ἐκτρέφειν τὰ ἔκγονα· ἀλλ’ αὐτοὶ μὲν εἰκότως, ἅτε μεγάλοι ὄντες, πορίζουσι τροφήν. Τὰ δὲ ἔκγονα τίς ἐκτρέφει; οὐχ ὁ τοῦ Θεοῦ λόγος; καθὰ καὶ τὸ εὐαγγέλιόν φησιν· Τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρουσιν, οὐδὲ θέρουσι, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά.

Κεφ. ΛΘʹ, κζʹ. Ἐπὶ δὲ σῷ προστάγματι

ὑψοῦται ἀετός; γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς, αὐλίζεται ἐπ’ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ; Vat. 805, 2.

.... Εἰ ἐν τοῖς σαρκοβόροις τινα λογικὴν σοφίαν, ἀπὸ τῆς κατὰ φύσιν ἐπιστήμης ἐνοῦσαν ἑκάστῳ, καὶ πρὸς γνῶσιν, τῷ μὲν πολέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἕνα ἀεροφορούμενον τὸν γῦπα.

λδʹ. Τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα, οὐθὲν ὤν; Ibid.

Τί ἔτι, φησὶν, ἐγὼ κρίνομαι, εἰς προοίμιον; καὶ ἐξ ἀρχῆς παρεχώρησε τῶν πρωτείων. Ἥττημαι, φησὶ, παρὰ σοὶ τὸ δικαίωμα· τί ποῤῥωτέρω τὴν. δίκην ἐπεξάγεις; τί γὰρ δυνατὸν ἀποκρίνασθαι; πῶς δὲ χρὴ πρὸς τοιοῦτον ἀντοφθαλμεῖν δεσπότην; Ἐγὼ, φησὶ, διετέλουν, τὴν αἰτίαν τῆς γενομένης ἐπ’ ἐμὲ πληγῆς ζητῶν· εἰς δὲ δημιουργίαν οὐδὲν ἐνεκάλεσα, καὶ πρὸς τὰ λεχθέντα οὐδὲν ἔχω λέγειν. — Λείπει, ὡς οὐδ’ ἐλέγχων Κύριον, νουθετούμενος ὁ ἄθλιος.

Κεφ. Μʹ, βʹ. Ἀλλὰ ζῶσαι, ὥσπερ ἀνὴρ, τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. Vat. 805, 2.

Οἱ γὰρ περιουσίᾳ δικαιωμάτων θαῤῥοῦντες, οὐδὲ φεύγοντες τοὺς ἀντιδίκους, ἀφίασιν, ὥστε ἐκ περιουσίας, γενέσθαι τὴν νίκην. Εἶτα αὐτῷ καὶ ἀπολογεῖται, ὅτι μέλει μοι περὶ τῶν ἀνθρώπων· δῆλον ἐκεῖθεν, τίνος δὴ ἕνεκεν τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμόν. Δίδωμί σοι παῤῥησίαν, ἐγώ σε ἐρωτήσω, σὺ δέ μοι ἀπόκριναι.

γʹ. Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Vat. 805, 2.

Τὸν παρόντα λέγει χρηματισμόν· οὐχ ἵνα δὲ κατακρίνω, λέγω ταῦτα, φησίν, ἀλλ’ ἵνα δείξω δίκαιον. Ἢ περὶ τοῦ πειρασμοῦ φησιν,

χρηματισμὸν τὴν συγχώρησιν λέγων, τουτέστι προτεταχέναι με δι’ ἄλλο τι τοῦτο γενέσθαι· οὐκ εἶπεν, ἵνα γένῃ, ἀλλ’ ἵνα φανῇς σὺ ὅπερ ἧς, ἵνα τοὺς ἄλλους παιδεύσῃς. Ὅρα δέ· οὐκ εἶπεν, ἵνα γένῃ δίκαιος (ἣν γὰρ ἀκριβῶς τὴν δικαιοσύνην ἤσκησας), ἀλλ’ ἵνα φανῇς. Μὴ ἀναφανῶμεν ἄδικοι, μηδὲ ἀσεβεῖς. Τούτων μνημονεύωμεν ἐν τοῖς τῶν περιστάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκούειν παρόντος καὶ λέγοντος ἡμῖν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα τοῖς ἀγνοοῦσιν δήλη ἡ σὴ δικαιοσύνη γίνηται;