Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)
Origen
Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.
λβʹ. Ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο. Ibid.
Οὐ γὰρ ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος μόνον, ἀλλὰ καὶ ἐφόδια τῆς μετὰ ταῦτα πενίας παρεῖχεν.
Κεφ. ΛΒʹ, αʹ. Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν. Ibid.
Ἡσύχασεν μὲν ὁ Ἰὼβ, διδοὺς αὐτοῖς λόγον εἰπεῖν ἐνεῖδε δὲ, καὶ τὸν Θεὸν ἐκάλεσε μάρτυρα, καὶ ἑαυτῷ ἐπηράσατο ὅτι ἐπεστομίσθησαν οἱ φίλοι.
ιαʹ. Ἐρῶ γὰρ, ὑμῶν ἀκουόντων, ἄχρις οὖ ἐτάσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω. Vat. 797, 798.
Ἢ τοῦτό φησιν, ὅτι οὐδὲ ὅτε ἠλέγχετε, ὡς ἔδει, ἠλέγξατε· ἡ ὅτι ὕστερον ἐσιωπήσατε. Οὕτω πρὸς τό· Ἐρῶ γὰρ, ὑμῶν ἀκουόνων.
Κεφ. ΛΓʹ, ιβʹ. Πῶς γὰρ λέγεις Δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέ μου; Vat. 799, 1.
Τί οὖν ἐγένετο; οὐχὶ τοῦτο ἐνόμιζεν· τοῦτο μὲν γὰρ ὑπελάμβανεν ὁ Ἐλιοὺς, ἀλλ’ οὐχὶ τοιαύτῃ γνώμῃ ὁ Ἰὼβ εἶπεν, ὅτι οὗτος δικαιότερός ἐστι τοῦ Θεοῦ· ἀλλ’ ὅτι ταῦτα μὲν αὐτῷ πέπρακται, οὐ μὴν ἀδικίαν ἐνεκάλει τῷ Θεῷ. Ὁ δὲ Ἐλιοὺς τοῦτο ὑπέλαβεν· ἐκείνοις δὲ δικαίως ἐνεκάλει, προσδεδωκόσι τοῦ Θεοῦ τὸ μέρος καὶ ἠρνημένοις.
κʹ. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη.
Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλήρης λόγων, λαλῶν ἀναπαύεται, τὴν περιττότητα οἷον κενώσας καὶ ἀποβάλλων, καὶ λέγει· Λαλήσω ἵνα ἀναπαύσωμαι.
Κεφ. ΛΔʹ, ιθʹ. Ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου, οὐδὲ οἶδε τιμὴν θέσθαι ἁδροῖς. Vat. 800, 1.
Εἰ γὰρ καὶ μὴ οἶδας, ἀλλ’ ὀφείλεις πολλὰ παραχωρεῖν αὐτῷ, καὶ τῇ δόξῃ αὐτοῦ, ὥστε μὴ πάντα ζητεῖν μανθάνειν.
κγʹ. τι οὐκ ἐπ’ ἄνδρα θήσει ἔτι. Ib.
Ἔοικε τοῦτο λέγειν, ὅτι νῦν μὲν ἐν ἡμῖν κεῖται τὸ καλὸν καὶ τὸ φαῦλον, ἐν δὲ τῷ μέλλοντι αἰῶνι οὐκ ἔτι. Ib.
λαʹ. Ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· Εἴληφα, οὐκ ἐνεχυράσω, ἄνευ ἐμαυτοῦ ὄψομαι· σύ δεῖξόν μοι. Vat. 800, 2.
Τινὲς οὕτως ἡρμήνευσαν·. ὅτι μὴ τολμᾷ τις εἰπεῖν τῷ ἰσχυρωτέρῳ, ὅτι ἀδίκως εἰληφας τὰ ἐμὰ, οὐκ ἐνεχύρου χάριν, ὡς ὑποφειλόμενα, καὶ παρὰ γνώμην ἐμὴν εἴληφας· ἐπίδειξον ὅτι εὐλόγως τοῦτο δέδρακας. Εἰ δὲ τῷ δυνατῷ ταῦτα οὐδεὶς εἰπεῖν τολμᾷ, πῶς σὺ, φησὶ, τοιαῦτα θρασύνῃ κατὰ Θεόν; Ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν, ὅτι πρὸς Θεὸν ῥῆσιν ἀνέλαβον, οὐχ ἕξω ἀκωλυτῶς,
σὺ διασάφησόν μοι. Ὁ δὲ ἐνόησεν οὕτως, τουτέστιν· ἐπειδὴ τὴν ὑπὲρ Θεοῦ ῥῆσιν ἀνέλαβον, φησὶν Ἐλιοὺς, οὐκ ἐπέχω, ἀλλ’ ἀκωλύτως ἐπεξέρχομαι τῷ λόγῳ. Εἰ δὲ μὴ καλῶς λέγω, σὺ διασάφησον, ἀντὶ τοῦ, ἔλεγξον τὸν λόγον. — Οἶμαι δὲ μᾶλλον οὕτω νοεῖσθαι τὸ κείμενον, ὅτι οὐκ ἐπειδὴ τὸ ὑπὲρ Θεοῦ λέγειν εἱλόμην, παρὰ τοῦτο δεῖ σε καὶ συνομολογεῖν ἁπλῶς, οἷα δὴ χρέος ἀπαιτῶ· ἄνευ δὲ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι, ἀντὶ τοῦ· χωρὶς τοῦ ἐμοῦ λόγου εἰδέναι θέλω, εἴ τι καὶ ἀντειπεῖν ἔχοις ἵνα εἴπῃς ὅτι ἡσυχίαν παρέχομαι, καὶ ἐπιλαμβάνου τὸν λόγον, εἰ δύνασαι.Κεφ. ΛΕʹ, εʹ. Ἀνάβλεψον εἰς τὸν οὐρανόν. Vat. 800, 2.
Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐρανόν· μὴ ἀγαπῶμεν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Εἰ τὰ ἐνθένδε ἀγαπῶμεν, οὐκ ἀναβλέπομεν εἰς τὸν οὐρανόν.