Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

ζʹ.Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. Ibid.

Οἷα γάρ τις ἄρχων καὶ διδάσκαλος ἀρετῆς, οὐχ ὕπνῳ καὶ μέθαις ἐσχόλαζεν, ἀλλ’ ἐξ ἀγάπης ἑωθινὸς ἐν ταῖς πλατείαις καθῆστο, νόμος καὶ τύπος τοῖς ἐν τῇ πόλει γινόμενος.

ιγʹ. Εὐλογία ἀπολλυμένου ἐπʹ ἐμὲ ἔλθοι.

Σευήρου, ἐκ τῆς πρὸς Ἰουλιανὴν διάκονον ἐπιστολῆς.

Ὁ Κύριος ἐν εὐαγγελίοις φησὶν, περὶ τῶν τῷ κόσμῳ νεκρούντων ἑαυτοὺς, ἡ πρὸς τὸ τοῦ μαρτυρίου στάδιον τὸ σῶμα ἐκδιδόντων, ἢ πρὸς τοὺς τῆς ἀσκήσεως πόνους, καὶ ταύτῃ δοκούντων ἑαυτοὺς ἀπολλύναι καὶ ἀποκτεῖναι τῷ στερίσκεσθαι τῆς βιωτικῆς ἀπολαύσεως· Ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τοῦ οὖν οὕτως ἀπολλυμένου, κατὰ τὴν τοῦ Σωτῆρος φωνῆν,

καὶ εὑρίσκοντος τὴν ψυχὴν αὐτοῦ, ἡ εὐχὴ καὶ ἡ εὐλογία μεγάλη τίς ἐστιν, καὶ ταύτην εὔξαιτο ἄν τις τῶν εὐφρονούντων ἐπελθεῖν αὑτῷ, καὶ ἐμφρόνως ἐρεῖ τό· Εὐλογία κτλ.