Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)
Origen
Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.
ςʹ. Ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακενῆς· ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. Vat. 789, 1.
Πρόσχωμεν, οἱ τοκογλύφοι· μήποτε ἐνεχυράζωμεν διακενῆς. Ὠφέλιμα τὰ ῥήματα, κατὰ τοῦτό ἐστι τὸ λέγειν κατὰ λόγον ἁμαρτήματα ἀληθῶς, ψεκτῶς γινομένων ἐν ἀνθρώποις. Ὑπολαμβάνει τοῦτο ὁ Ἐλίφας περὶ τοῦ Ἰὼβ, ἐπειδὴ ᾔδει αὐτὸν πλούσιον, καὶ ὑπώπτευσεν ἀπὸ τοιούτων τινῶν πόρων πλουτεῖν αὐτόν· διό φησιν· Ἠνεχύραζες διακενῆς, τουτέστιν μηδὲν ἐποφειλόμενος. — Εἰ δὲ ἐδάνεισα, καὶ μὴ πιστεύων τῷ δανεισαμένῳ, ἔλαβον ἐνήχυρον ἀξιόχρεων πρὸς ὃ ἔχρησα, ἔλαβον ἐνήχυρον, οὐ διακενῆς δέ. Εἰ μέντοι, συκοφαντῶν αὐτὸν, καὶ λέγων ὀφείλειν μοι μὴ δυνάμενον ἀποδοῦναι, ἀπαιτῶ καὶ λαμβάνω, ἐνήχυρον [λαμβάνω] διακενῆς.
Προσεπιτείνει δὲ πάλιν, ἄλλην αὐτοῦ ἁμαρτίαν οἰόμενος γεγονέναι. Ἔστι ποτὲ λαβεῖν ἀμφιάσματα, οὐ τοῦ γυμνοῦ, ἀλλὰ πλουσίου, ἔχοντος ἕτερα ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν, τρία δή· ὧν τῶν πολλῶν ἐκεῖ ἔλαβον ἀμφίασιν· ἄλλα γυμνοῦ, ἄλλα πλουσίου. Ἐὰν μέντοι γε χιτῶνα ἔχῃ τις ἕνα, καὶ τοῦτον τὸν χιτῶνα, προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν, ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην.
Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν πρὸς ὀφειλέτας ἐρχώμεθα· πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι· καὶ ἡμεῖς τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, ἀνελεεῖς καὶ ὠμοὶ γινόμεθα, μὴ βλέποντες ὅτι γυναῖκα τρέφει καὶ τέκνα, καὶ μόλις τρέφεται
ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν· ἀπαιτοῦμεν πικρῶς, ἔσθ’ ὅτε καὶ περισσὰ ἔχοντες παρ’ ἑαυτοῖς.Τοιαῦτα γίνεται ἐν ταῖς πικραῖς ἀπαιτήσεσιν, ἐνίοτε αὐτὸν τὸν ψωμὸν ἔχει τις ἕνα, κἂν μὴ ἔχῃ ἄρτον ὁλόκληρον, ἀφαιροῦμεν ἀπ’ αὐτοῦ, λέγοντες· ἀλλ’ ὀφείλεις. Ταῦτα οὖν λέγει, ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι ἀμφίασιν γυμνῶν ἀφεῖλεν.
ζʹ—θʹ. Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν· Ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς. Χήρας δὲ ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας. Vat. 789, 1.
Οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν ὑπεύθυνον· ἐπισημαίνει δὲ μέχρι τοσούτου εὐεργεσίας ἐκτείνειν ὀφείλομεν, ὅποτε ὑπεύθυνον τὸ μὴ ποτίσαι διψῶντας. Ὥσπερ οὖν διὰ τὸ ποτήριον ψυχροῦ ὕδατος μισθὸν λαμβάνομεν, πολλὴν μέντοι ἀπηνίαν τοῦ Ἰὼβ καταψηφίζεται, ὡς μηδὲ ὕδωρ τὴν ἀδάπανον χάριν παρέχοντος, καὶ τὸ μεῖζον κακὸν, τῷ διψῶντι. Ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν. Τί λέγω, φησὶν, ὅτι οὐ παρέσχες τῷ δεομένῳ; ὅποτε καὶ τὴν μικρὰν παραμυθίαν τοῦ ἄρτου παρὰ τοῦ πεινῶντος ἀφείλου· ψωμὸν γὰρ λέγει τὸ τμῆμα τοῦ ἄρτου, ὥσπερ καὶ ἐν τῇ Ῥοὺθ κεῖται· Βάψαι τὸν ψωμόν σου ἐν τῷ ὄξει. Ἐθαύμασας δέ τινων πρόσωπον. Τουτέστι καὶ τὰς κρίσεις οὐ δικαίως, οὐδὲ ἀπαθῶς, ἀλλ’ ἀνθρωποπαρέσκως ἐποίησας, προσωπολήπτης γὰρ γέγονας· καὶ δικάζων οὓς μὲν ἐξῇρες, οὓς δὲ ἐταπείνους, τοὺς μὲν ταπεινοὺς βιαζόμενος, τοὺς δὲ ἐν δυναστείαις θαυμάζων καὶ τιμῶν. ᾬκισας δὲ τοὺς ἐπὶ τῆς γῆς. Τινὰ δὲ τῶν ἀντιγράφων ἀντὶ τοῦ ᾤκισας ἐκοίμησας ἔχει· ἵνα εἴπῃ καὶ αὐτὴν τῶν πτωχῶν τὴν στρωμνὴν ἀφείλου, ὡς ἐπὶ τοῦ
ἐδάφους αὐτοὺς ἐξ ἀνάγκης κοιμᾶσθαι, μηδὲν ἔχοντας ὑπεστορεσμένον...Χήρας δὲ ἐξαπέστειλας.
Ἢ τῶν προσόντων αὐτὰς ἐγύμνωσας, μᾶλλον προσελθούσαις καὶ ἐλεημοσύνην ζητούσαις οὐδὲν δέδωκας, ἀλλ’ ἀπεπέμψω μηδὲν λαβούσας ἀπὸ σοῦ...
Ὀρφανοὺς δὲ ἐκάκωσας.
Τὸ δὲ τοὺς ὀρφανοὺς καὶ ἀβοηθήτους κακοῦν, ἐσχάτης κακίας γνώρισμα. Οὐδένα μὲν γὰρ δεῖ κακοῦν, ἐξαιρέτως δὲ χρὴ φείδεσθαι τῶν ὀρφανῶν· περὶ γὰρ τῶν ἀβοηθήτων ψυχῶν πολεμεῖν ὁ Θεὸς ἐνετείλατο. Πλέον δὲ παρὰ τοὺς ἄλλους ἀνθρώπους, πτωχοὶ, χῆραι, ὀρφανοὶ δέονται βοηθείας.
ιηʹ. Βουλὴ δὲ ἀσεβῶν πόῤῥω ἀπ’ αὐτοῦ. Ἰδόντες δίκαιοι ἐγέλασαν. Vat. 789, 2.
Ἃ οἱ ἀσεβεῖς βουλεύονται, πόῤῥω ἐστίν ἀπὸ τοῦ Θεοῦ. Ἰδόντες [δίκαιοι] τὴν βουλὴν τῶν ἀσεβῶν, κατεγέλασαν αὐτούς.
κβʹ. Ἔκβαλε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου. Vat. ib.
Τὴν ἐξηγορίαν ἐζήτουν κατ’ ἐμαυτὸν, τί σημαίνει; Καὶ εὗρον ἐν ἄλλῃ ἐκδόσει, παρὰ τῷ Συμμάχῳ, ἀντ’ αὐτῆς, τὴν ἐξομολόγησιν. Παρὰ δὲ τῷ Ἀκύλᾳ· Νόμον. Φησὶν οὖν κατὰ μὲν τὸν ἕνα· Ἐξομολόγησαι περὶ τῶν ἁμαρτημάτων σου· τὸν δὲ τρόπον τῆς ἐξηγορίας παρὰ τοῦ Θεοῦ διδάχθητι. Κατὰ δὲ τὸν ἕτερον· Δέξαι παρὰ Θεοῦ νόμον, καὶ τοὺς λόγους αὐτοῦ ἐγκαρδίους ποίησαι. Εἰ δίκαιος εἶ καὶ ἄξιος, ὑπαγορεύθητι παρὰ Θεοῦ, καὶ δέξαι θεῖα ῥήματα ἐν σῇ καρδίᾳ, ὡς ὕστερον Ἱερεμίας ἤκουσεν· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. Ἢ ἐξηγορίαν τὴν ἐξομολόγησίν φησιν, προτρέπων εἰς μετάνοιαν τὸν δίκαιον. Ἢ τοῦτο λέγει, ὅτι μετάβαλε τὸν τρόπον, καὶ ἀνάλαβε τοὺς θείους νόμους.
ὅτι ἐξαγόρευσον τὰ ἡμαρτημένα σοι, καὶ τοῦ λοιποῦ τοὺς λόγους τοῦ Θεοῦ φύλαττε. Τῆς διπλῆς δὲ ταύτης ἐννοίας ἐκεῖθεν ἔσχον τὰς ἀφορμὰς, τὴν ἐξηγορίαν.κδʹ. Θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ὡς πέτρα χειμάῤῥου Σωφέιρ. Vat. 789, 2.
Βαλεῖς εἰς γῆν, καὶ οἱονεὶ κακώσεις αὐτόν.
Κεφ. ΚΓʹ, βʹ. Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ’ ἐμῷ στεναγμῷ. Vat. 790, 1.
Τουτέστι τὸν κατήγορον μετ’ ἐμαυτοῦ περιφέρω, τὸν ἔλεγχον, τὴν ἀπόδειξιν τῶν κακῶν οἴκοθεν ἔχω. — Οἶδα, φησὶν, ὅτι ἐκ τῶν ἐν χερσὶ, τουτέστιν ἐκ τῆς πληγῆς, καὶ οὐκ ἀφ’ ὧν ἔπραξα, δοκεῖτε τοὺς ἐλέγχους ἐπάγειν καὶ γὰρ βαρέως ἐπέθετό μοι Θεὸς, ὥστε με στενάζειν. — Οἶδα, φησὶν, ὅτι ἐκ τῶν πράξεων τῶν ἀνθρώπων, αἱ κρίσεις αὐτοῖς· πλὴν ὑπὲρ τὴν ἰσχύν μου ἐπετέθη μοι, τοι ἔξω τῆς πράξεώς μου, ὁ ἔλεγχος.
ςʹ. Καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται. Vat. ib.
Καὶ γὰρ εἰ ἐν πολλῇ ἰσχύϊ χρήσεται μοι καὶ ἀπειλῇ, ἀλλ’ ὅμως οἶδα ὅτι ἀλήθεια παρ’ αὐτῷ ἐστιν.
ζʹ. Ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ’ αὐτοῦ· ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου. Vat. ib.
Τοῦτο ηὔξατο, τοῦτό ἐστιν ὅ φησιν, ὥστε πέρας ἐπιτεθῆναί μου τοῖς δεινοῖς· εἶτα, φησὶν, ὅτι ταῦτα ἥθελον γενέσθαι, ὥστε ἀποθανεῖν, οὐχ ὡς νῦν μέλλοντος αὐτοῦ κρίνειν. — Παρ’ Ἑβραίοις, τὸ τέλος καὶ ἡ νίκη διὰ μιᾶς σημαίνεται λέξεως.
ιʹ. Οἶδεν γὰρ ἤδη ὁδόν μου. Vat. ib.
Οἶδε, φησὶ, τὴν ὁδόν μου, καὶ ὅτι ἐσπούδασα ἀεὶ ὑπακούειν αὐτῷ· ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ;