Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)
Origen
Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.
Κεφ. Β, θʹ. Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτὸ. Vat. 771, 2.
Ὅρα τὸ κακοῦργον, ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τὰ τῆς ἐλπίδος ἐλέγχεται, τότε μάλιστα τὰ τῆς δυνάμεως ἐξασθενεῖ. Διπλᾶ τε τῷ Ἰώβ τὰ τῆς ἀσθενείας ἦν· αὐτός τε γὰρ ἀσθενέστερος γέγονε τῷ μήκει τοῦ χρόνου, καὶ ἡ ἐλπὶς μᾶλλον ἀπέγνωστο.
Κεφ. Ζʹ, αʹ. Πότερον οὐχὶ πειρατήριον ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ; Vat. 775, 2, 776,1.
Δίκην μισθωτοῦ, ἅπαντες περὶ τὴν ἑαυτῶν πονοῦνται ζωήν· ἄλλως γὰρ γεωργὸς συλλέγει τροφὴν, καὶ ἄλλως ὁ τὴν βάναυσον μετιὼν τέχνην, καὶ οἱ ἐν ἀξιώματι ἑτέρως.
Ἔστι δὲ ὅλως οὐδεὶς, ὃς οὐ τῶν ἀναγκαίων φροντίζει.Κεφ. Ιʹ, ηʹ. Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με. Vat. 779, 1.
Πέπλασται μὲν τὸ σῶμα ἐξ ὑποκειμένου τῆς γῆς, ἤτοι τῆς γυναικός· πεποίηται δὲ ἡ ψυχὴ, μὴ προϋποκειμένου τινὸς, ὡς γὰρ ἀσώματος καὶ ἀμέριστος. Ἱκετεύω δὴ μνησθῆναι καὶ τοῦ τῆς φύσεως εὐτελοῦς καὶ ὀλιγοχρονίου.
Κεφ. ΙΒʹ, εʹ. Εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλων. Vat. corr. ἄλλους supra lin. 780, 1.
Ἐνταῦθα οἱ τὴν εἱμαρμένην δοξάζοντες, φασὶν ὅτι ἰδοὺ ἡ γραφὴ λέγει ὅτι εἵμαρτο αὐτῷ παθεῖν. Ἀλλ’ οὐ τοῦτο ἡ γραφὴ λέγει, μὴ γένοιτο! οὐ γὰρ ὑπὸ ἀνάγκην τὰ ἡμέτερα· ἀλλ’ ὅτι πάντα ἐν μέτρῳ διοικεῖ τὰ καθ’ ἡμᾶς ὁ Θεὸς τοῖς τῆς αὐτοῦ προνοίας λόγοις, οἶδε καὶ μέχρι πόσου συμφερόντως δεῖ πάσχειν ἡμᾶς, καὶ κατὰ μέτρον ἐπάγει τοὺς πειρασμούς. Τοῦτο δὲ εἶπεν ὁ Ἰὼβ, ἵνα τὸ κρίμα τῷ Θεῷ παράσχῃ, μονονουχὶ λέγων· Μὴ γελάσθωσαν οἱ δίκαιοι πάσχοντες· ἐπὶ τοσοῦτον γὰρ πάσχουσιν, ἐφ’ ὅσον ὁ Θεὸς βούλεται.
Κεφ. ΙΓ’, α’. Ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς, καὶ ἀκήκοέν μου τὸ οὖς, καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. Vat. 780, 2.
Καὶ εἰ τῇ ἡλικίᾳ ἐλάττων ὑμῶν εἶναι δοκῶ, ἀλλὰ κατ’ οὐδὲν εἰς σύνεσιν λείπομαι,
καὶ οὐχ ἥκιστα εἰς τὴν τῶν θείων εἴδησιν, καὶ οὐδὲν ὑμῶν εἰμι καταδεέστερος.κηʹ. Ὃ παλαιοῦται ἴσα ἀσκῷ, ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. Vat. 781, 2.
Οὐ κατὰ βούλησιν τὴν ἑαυτοῦ ταῦτα λέγει, ἀλλὰ πρὸς τὸ ὑποτιθέμενον, ὅτι πᾶς θλιβόμενος ἁμαρτὼν ταῦτα ὑφίσταται.
Κεφ. ΙΔʹ, αʹ. Ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν· ἀπέδρα δὲ ὥσπερ σκιὰ, καὶ οὐ μὴ στῇ. Vat. ibid.
Καὶ σκιᾶς δίκην, παρελθὼν τὸν βίον, οὐδὲ μνημόσυνόν τι τοῖς ζῶσιν ἀφίησιν. Τὴν τῶν ἀνθρώπων πρόνοιαν ἐνταῦθα σαφηνίζει· οὐχ ὡς εἰκαίως καὶ ἔτυχεν ἐν τῷ βίῳ παραμένοντα, ἀλλ’ ἐκ ῥήσεως Θεοῦ, οὐχ ὑπερβαίνοντος τὸν παρ’ αὐτοῦ τεταγμένον βίον. Ταῦτα δὲ οὐχ ὡς εἱμαρμένης κρατούσης λεκτέον, ἀλλ’ ὡς τοῦ θελήματος τοῦ Θεοῦ ὅροις καὶ μέτροις ἕκαστα διαταξαμένου.