Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ μήποτε τοιοῦτόν ἐστιν τὸ μετὰ τὸ λούσασθαι νίψασθαι τοὺς πόδας ὑπὸ τοῦ τηλικούτου διδασκάλου καὶ σωτῆρος· τὸ γὰρ χάρισμα τοῦ θεοῦ ὑπερπαίει τὴν χρείαν, ὥσπερ καὶ τὸ εἶναι ἐν δόξῃ ἡλίου ἢ σελήνης ἢ ἀστέρων ἐν τῇ ἱερᾷ τῶν νεκρῶν ἀναστάσει.
οὐκ ἔχει μὲν 〈οὖν〉 χρείαν ὁ καθαρὸς καὶ λουσάμενος νίψασθαι· νίπτεται δέ, κατὰ τὸ προαποδεδομένον, ἐπεὶ » Τῷ ἔχοντι παντὶ προστεθήσεται;« καὶ ὡς ὁ Ἰωάννης φησί· » Καὶ ὁ καθαρὸς καθαρισθήτω ἔτι, καὶ ὁ »ἅγιος ἁγιασθήτω«.
τὸ δὲ »Ὑμεῖς καθαροί ἐστε« ἀναφέρεται ἐπὶ τοὺς ἕνδεκα, ᾧ ἐπιφέρεται τὸ »Οὐχὶ πάντες« διὰ τὸν Ἰσκαριώτην· ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν, ἤδη ὄντα οὐ καθαρόν, πρῶτον μὲν ὅτι περὶ τῶν πτωχῶν οὐκ ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν· ὕστερον δὲ ἐπεὶ »Δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν »ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης«, οὐκ ἀπώσατο τὸ βεβλημένον.
διόπερ οἱ μὲν λουσάμενοι καθαροὶ ἕνδεκα ἔτι ἐγένοντο καθαρώτεροι, νιψάμενοι τοὺς πόδας ὑπὸ τοῦ Ἰησοῦ· ὁ δὲ ἤδη μὴ καθαρὸς Ἰούδας (»Ὁ ῥυπαρός, γάρ φησι, ῥυπανθήτω ἔτι«) γέγονε ῥυπαρώτερος καὶ ἀκάθαρτος, ὅτε μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ Σατανᾶς.
(7) Εἰκὸς τοὺς νοήσαντας τὸ μέγεθος τῆς Ἰησοῦ δυνάμεως καὶ συνέντας τί πεποίηκεν νίψας τοὺς πόδας τῶν μαθητῶν, ἵνα καὶ τὰ τελευταῖα καὶ τὰ τυχόντα αὐτῶν καθάρῇ ἀποπλύνας καὶ τὰ τῇ
γῇ ὁμιλοῦντα σώματα, ὧν ἦν τὰ σώματα ἐκεῖνα σύμβολον, θαυμάσαντας τὸ ἐν τῇ νίψει ἔργον οὐκ ἂν τολμῆσαι καὶ αὐτοὺς τὸ τηλικοῦτο πρᾶξαι, μικροτέρους εἶναι νομίζοντας ἑαυτοὺς τοῦ νίπτειν τοὺς πόδας τοῦ ἔσω καὶ ἐν κρυπτῷ ἀνθρώπου, [ἢ] τῶν τὰ αὐτὰ ἀσπαζομένων τοῦ θεοῦ δόγματα, εἰ μὴ ὁ Ἰησοῦς διὰ τῶν ἐκκειμένων ἐπὶ τοῦτο αὐτοὺς προετρέψατο, τὸ σχῆμα τοῦ δειπνοῦντος, ὅτε διδάσκειν αὐτοὺς ἤμελλεν δειπνήσαντας τὰ λεγόμενα, ἀναλαβών.δυσωπητικώτατα μὲν γὰρ καὶ ἐπὶ τὴν γνῶσιν τοῦ γινομένου προτρεπτικώτατα λέλεκται τὸ » Γινώσκετε τί πεποίηκα ὑμῖν;«
ὅπερ ἤτοι ἐρωτηματικῶς ἀναγνωστέον, ἵν’ ἐμφαίνῃ τὸ τοῦ γενομένου μέγεθος· ἢ προστακτικῶς, ἵνα αὐτῶν διεγείρῃ τὸν νοῦν εἰς τὸ διὰ τοῦ ἐπιστῆσαι τῷ ἔργῳ λαβεῖν αὐτοῦ τὴν γνῶσιν.
διδασκαλικώτατα δὲ μετὰ τοῦ δυσωπητικοῦ λέλεκται τὸ »Ὑμεῖς φωνεῖτέ με ›Ὁ δικάσκαλος‹ »καὶ ›Ὁ κύριος‹, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. εἰ οὖν ἐγὼ ἔνιψα »ὑμῶν τοὺς πόδας | ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε »ἀλλήλων νίπτειν τοὺς πόδας«.