Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
πρὸ γὰρ τούτου εὔκαιρον οὐκ ἦν νίψασθαι τοὺς πόδας ὑπὸ τοὺ Ἰησοῦ τοὺς μαθητάς. τίς γὰρ ἂν τὸν ἐν τῷ μεταξὺ ἕως τοῦ πάθους ῥύπον τῶν ποδῶν αὐτῶν ἀπένιψεν ἄν; ἀλλ’ οὐδὲ ἐν τῷ καιρῷ τοῦ πάθους· ἄλλος γὰρ Ἰησοῦς οὐκ ἦν ὁ νίπτων αὐτῶν τοὺς πόδας.
ἀλλ’ οὐδὲ μετὰ τὴν οἰκονομίαν· ἤδη γὰρ ὥρα τοῦ ἁγίου πνεύματος ἐπιδημήσαντος τοῖς μαθηταῖς ἦν, γενομένοις καθαροῖς καὶ νιψαμένοις τοὺς πόδας, καὶ ἤδη ἔχουσιν ἑτοίμους αὐτοὺς καὶ ὡραίους πρὸς τὸ ἐν τῷ πνεύματι εὐαγγελίζεσθαι τὰ ἀγαθά.
τοιοῦτον οὖν ἐστιν τὸ »Ὃ ἐγὼ ποιῶ σὺ
»οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα«· σύμβολόν ἐστιν τὸ νίψασθαι ὑμῶν τοὺς πόδας ὑπ’ ἐμοῦ τοῦ καθαρθῆναι τὰς βάσεις τῶν ψυχῶν ὑμῶν, ἵνα γένωνται ὡραῖοι, μελλόντων ὑμῶν εὐαγγελίζεσθαι τὰ ἀγαθὰ καὶ καθαροῖς τοῖς ποσὶν ἐπιβαίνειν ταῖς τῶν ἀνθρώπων ψυχαῖς.τοῦτο δὲ τὸ μυστήριον σὺ νῦν μὲν οὐκ οἶδας, ἅτε μηδέπω χωρῶν τὴν γνῶσιν αὐτοῦ, εὐκαιρότερον ἐσομένην ἐν σοὶ ἐπὰν νίψῃ τοὺς πόδας ὑπ’ ἐμοῦ· μετὰ δὲ ταῦτα γνώσει ἐν τῷ τοῦτο συνιέναι φωτιζόμενος τῇ περὶ οὐκ εὐκαταφρονήτου καὶ βραχέος τινὸς γνώσει.
ταῦτα δὲ λέγοντος τῷ Πέτρῳ τοῦ Ἰησοῦ, ὁ μαθητὴς ἀποκρίνεται οὐκ ἐπιστημονικὴν ἀπόκρισιν, πλὴν φαντασίαν ἐξαποστέλλουσαν τοῦ πρὸς τὸν Ἰησοῦν τιμητικοῦ καὶ σεβασμίου, φαντασίαν διεψευσμένην ἔτι.
διόπερ, ἐπεὶ μὴ συμφέρουσα ἦν τῷ Πέτρῳ ἡ ἀπόκρισις αὐτοῦ, οὐκ ἐᾷ αὐτὴν γενέσθαι ἀληθῆ ὁ τὰ ἐπὶ βλάβῃ ἀληθευσόμενα τῇ τοῦ λέγοντος πρεπόντως ἑαυτοῦ τῇ χρηστότητι κωλύων.
ὁ μὲν γὰρ Πέτρος φησίν· »Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα« καὶ ἀπεφήνατο, κρίναντος τοῦ Ἰησοῦ νίπτειν αὐτοῦ τοὺς πόδας, τὸ μὴ νιφθήσεσθαι ὑπ’ αὐτοῦ καὶ μὴ νιφθήσεσθαι εἰς τὸν ἅπαντα αἰῶνα· ὁ δὲ βλέπων λυσιτελέστερον εἶναι τὸ ἐν τούτῳ ψεύσασθαι τὸν Πέτρον τοῦ ἀληθεῦσαι αὐτὸν ὑποδείκνυσι τὸ ἐν τῷ μὴ δεῖν ἀληθεύειν τοῦτο εἰρηκότα λυσιτελές, φήσας· »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος »μετ’ ἐμοῦ«.
εἴπερ οὖν ὁ Πέτρος ἔμελλεν ἀποφηνάμενος μὲν τὸ »Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα«, καὶ ἀληθεύων ἐν τούτῳ μὴ ἕξειν μετὰ τοῦ Ἰησοῦ μέρος, ἔμελλεν δὲ ἔχειν μέρος μὴ ἀληθεύων, ἐφ’ ᾧ φθάσας εἶπεν προπετῶς, τί ἄλλο πράττειν ἐχρῆν ἢ μὴ ἀληθεύειν;
ἵνα μὴ τὸ ἀληθεύειν τοῦτο ποιήσῃ αὐτὸν μὴ ἔχειν μετὰ τοῦ Ἰησοῦ μέρος, ψεύστην αὐτὸν ἀποδείξαντος ἐν τῷ νίψασθαι τοὺς πόδας αὐτοῦ.
γέγραπται γάρ· »Πᾶς ἄνθρωπος ψεύστης«· εὐκαίρως δέ ποτε χρησόμεθα τῷ ῥητῷ ἐπὶ τῶν προπετέστερον καὶ ἀκρίτως εἰπόντων τι ποιήσειν ὅπερ αὐτοῖς μὴ λυσιτελεῖ ἐμμένουσι τῷ κακῶς κεκριμένῳ.
ὑποδεικνύντες γὰρ αὐτοῖς ὅτι οὐχ
ἕξουσιν μὲν μετὰ τοῦ Ἰησοῦ μέρος, τὴν προπετῆ ἐν ἐπαγγελείᾳ τηρήσαντες φωνήν, δυνήσονται δὲ ἀθετηθέντος τοῦ προειρημένου ἐλπίδα ἔχειν ἀγαθήν, ἀποστήσομεν αὐτοὺς τοῦ ἐμμένειν τοῖς κακῶς κεκριμένοις, κἂν μετὰ ὅρκου διὰ πολλὴν προπέτειαν τὸ τοιοῦτόν ποτε γένηται.καὶ φήσομεν ὅτι ὥσπερ ὁ εἰπὼν Πέτρος· »Οὐ μὴ »νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα«, κωλύεται ἐμμένειν τῇ τοῦ λελεγμένου ὁμολογίᾳ, ἵνα ἔχῃ μετὰ τοῦ Ἰησοῦ μέρος, οὕτως καὶ σὺ ὁ δεῖνα ἁμαρτὼν τὴν προπέτειαν καὶ ἀκρίτως ἐπαγγειλάμενος τόδε, βέλτιον ἂν ποιήσαις μεταθέμενος ἐπὶ τὸ τόδε πρᾶξαι εὐλογώτερον ἀπὸ τοῦ ἐμμένειν τῷ κακῶς κριθέντι.
ἐπιστήσαντες δὲ τῷ τε »Ὃ »ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα«, καὶ τῷ »Ἐὰν »μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ«, οἱ μὴ βουλόμενοι τοῦτο καὶ τὰ τούτῳ παραπλήσια τροπολογεῖν αἰδεσθέντες παραδεξάσθωσαν τὸ τοιοῦτον εἶδος τῶν εὐαγγελικῶν ἐξετάσεων· ἢ μὴ βουλόμενοι δεικνύτωσαν πῶς εὔλογόν ἐστιν τόν, ὡς ἂν ἐκεῖνοι λέγοιεν, διὰ σεβασμὸν τοῦ Ἰησοῦ εἰπόντα· »Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν »αἰῶνα« τῷ διδασκάλῳ ἀκοῦσαι ὡς ἄρα οὐχ ἕξει μέρος μετὰ τοῦ υἱοῦ τοῦ θεοῦ, ὡς διὰ μέγιστον ἁμάρτημα τὸ μὴ 〈ἠθεληκέναι〉 νενίφθαι τοὺς πόδας ὑπ’ αὐτοῦ.
τὸ μὲν γὰρ ›ἐὰν τόδε τὸ πταῖσμα ποιήσεις, οὐχ ἕξεις μέρος μετ’ ἐμοῦ‹ χώραν 〈ἂν〉 εἶχε λεγόμενον περὶ τῶν προφανῶς ἁμαρτημάτων· τὸ δὲ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ« οὐδαμῶς ἔχει τὸ εὔλογον κατὰ τοῦ ἱσταμένου ἐν τῷ τοὺς σωματικοὺς πόδας μὴ ἠθεληκέναι νίψασθαι τὸν Πέτρον.
νίπτοντος 〈δὲ〉 αὐτοῦ τοὺς πόδας, 〈ἀν〉ημερώτατα [ἃ], ὅπερ οὐ θέμις λέγειν, ὁ διδάσκαλος δόξει ἀποκεκρίσθαι τῷ τιμῶντι αὐτὸν μαθητῇ, ὅπερ ἐστὶν ἀτοπώτατον.
Διὰ τοῦτο παρέχωμεν τῷ Ἰησοῦ τοὺς πόδας ἡμῶν καὶ νῦν ἐγειρομένῳ ἐκ τοῦ δείπνου, καὶ τιθέντι τὰ ἱμάτια καὶ λαμβάνοντι λέντιον καὶ διαζωννύντι ἑαυτόν, καὶ βάλλοντι ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἀρχομένῳ νίπτειν τοὺς πόδας ἡμῶν, ὡς μαθητῶν, καὶ ἐκ|μάσσειν τῷ λεντίῳ, ᾧ δι’ ἡμᾶς γενόμενος ἐν μέσῳ ἡμῶν ὡς ὁ διακονῶν διαζώννυται.
ἐὰν γὰρ μὴ ποιήσωμεν τοῦτο, οὐχ ἕξομεν μετ’ αὐτοῦ μέρος οὐδὲ ὡραῖοι ἔσονται οἱ πόδες ἡμῶν, καὶ μάλιστα ὅτε
ζηλοῦντες τὰ μείζονα χαρίσματα θέλομεν ἐγκαταταχθῆναι τοῖς εὐαγγελιζομένοις τὰ ἀγαθά.πλὴν ὅτι προπετής ἐστι Πέτρος ἀκούσας τὸ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ« αἰτούμενος ἐν τῷ παρασχεῖν τοὺς πόδας τῷ Ἰησοῦ, ὑπερβάλλειν ἐθέλει τὰ μέτρα τῆς αἰτήσεως αὐτοῦ, καὶ παρεῖχεν νιφθησομένους ὑπὸ τοῦ Ἰησοῦ οὐκέτι τοὺς πόδας μόνους, ἀλλ’ ἤδη καὶ τὰς χεῖρας, ἃς οὐκέτι νίπτεσθαι ὁ Ἰησοῦς ἤθελεν, ὅταν ἄρτον ἐσθίωσιν, καταφρονῶν τῶν λεγομένων ὅτι »Οἱ μαθηταί σου οὐ νίπτονται τὰς χεῖρας, ὅταν ἄρτον »ἐσθίωσιν«, καὶ πρὸς ταῖς χερσὶν τὴν κεφαλήν, ἣν οὐδὲ κατακαλύπτεσθαι ἔτι Ἰησοῦς ἐβούλετο, ἐφ’ ἧς ἡ εἰκὼν καὶ ἡ δόξα ἤδη ἦν τοῦ θεοῦ.
ἀρκεῖται γὰρ ἡμῖν, ἐπὰν ἔλθωμεν εἰς ταὐτὸ τοῖς τοῦ Ἰησοῦ μαθηταῖς καιροῦ, τὸ τοὺς πόδας αὐτῷ παρέχειν νίψοντι καὶ ἐκμάσσοντι μόνους· » Ὁ γὰρ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι, »ἀλλ’ ἔστιν καθαρὸς ὅλος«· εἰ δέ τις μή ἐστιν ὅλος καθαρός, οὐκ ἐλούσατο.
Ζητήσαι δέ τις ἄν, εἰ ὁ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι ἀλλ’ ἔστιν καθαρός, καὶ ἦσαν οἱ τοῦ Ἰησοῦ μαθηταὶ καθαροί, ὡς λελουμένοι, πῶς βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰησοῦς;