Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
τὸ γὰρ ἑξῆς τῆς λέξεώς ἐστιν τοιοῦτον· »Καθὼς εἶπον τοῖς Ἰουδαίοις καὶ ὑμῖν λέγω· Ὅπου ἐγὼ ὑπάγω, »ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ἄρτι«. καὶ οὕτω δὲ οὐκ ὀλίγην ἔχει ζήτησιν ὁ τόπος, διὰ τὸ »Ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς »γῆς ποιήσει τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας«.
πῶς γὰρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ποιήσει ἐν τῇ καρδίᾳ τῆς γῆς, 〈ὃς〉 ἅμα τῇ ἐξόδῳ ἐν τῷ παραδείσῳ ἔμελλεν ἔσεσθαι τοῦ θεοῦ, κατὰ τὸ »Σήμερον μετ’ »ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ«; οὕτω δὲ ἐτάραξέν τινας ὡς ἀσύμφωνον τὸ εἰρημένον, ὥστε τολμῆσαι αὐτοὺς ὑπονοῆσαι προστεθῆσθαι τῷ εὐαγγελίῳ ἀπό τινων ῥαδιουργῶν αὐτὸ τὸ » Σήμερον μετ’
»ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ«.ἡμεῖς δέ φαμεν ἁπλούστερον μὲν ὅτι τάχα πρὶν ἀπελθεῖν εἰς τὴν λεγομένην καρδίαν τῆς γῆς ἀπεκατέστησεν εἰς τὸν παράδεισον τοῦ θεοῦ τὸν εἰπόντα αὐτῷ· »Μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου«· βαθύτερον δὲ ὅτι πολλαχοῦ τὸ »σήμερον« ἐν τῇ γραφῇ καὶ ἐπὶ ὅλον παρατείνει τὸν ἐνεστηκότα αἰῶνα· ὥσπερ δὲ καὶ ἐν τῷ »Ἐφημίσθη ὁ λόγος οὗτος »παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον« καὶ »Οὗτος πατὴρ Μωαβιτῶν μέχρι τῆς σήμερον ἡμέρας« καὶ »Σήμερον | ἐὰν τῆς φωνῆς αὐτοῦ »ἀκούσητε, † καὶ μὴ ἀπόστητε ἀπὸ κυρίου«.
ἐν τῇ σήμερον ἡμέρᾳ ἐπαγγέλλεται αὐτῷ, ἀξιώσαντι μνησθῆναι αὐτοῦ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, τὸ ἐν τῷ ἐνεστηκότι αἰῶνι πρὸ τοῦ μέλλοντος ποιῆσαι αὐτὸν γενέσθαι σὺν αὐτῷ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.