Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ πάλιν μετ’ ὀλίγα· »Ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους »φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν »τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ« ἕκαστον δὲ τούτων ἀκριβῶς νῦν διηγήσασθαι οὐκ ἀπαιτεῖ ἡ προκειμένη τῆς εὐαγγελικῆς λέξεως διήγησις· πλὴν ὡς διὰ βραχέων τοσαῦτα λεκτέον· ὅσον μὲν κατὰ τὸ σωματικὸν θειοτέρα τις γέγονεν ἐπιφάνεια ἐν τῇ σκηνῇ καὶ ἐν τῷ ναῷ συντελεσθεῖσιν καὶ ἐν τῷ προσώπῳ Μωϋσέως, τῇ θείᾳ φύσει ὁμιλήσαντος· ὅσον δὲ κατὰ τὴν ἀναγωγὴν τὰ περὶ θεοῦ ἀκριβῶς γινωσκόμενα καὶ τῷ ἐπιτηδείῳ δι’ ὑπερβολὴν καθαρότητος νῷ θεωρούμενα δόξα ἂν λέγοιτο εἶναι θεοῦ ὀφθεῖσα· ἐπεὶ ὁ κεκαθαρμένος καὶ ὑπεραναβὰς πάντα ὑλικὰ νοῦς, ἵνα ἀκριβώσῃ τὴν θεωρίαν τοῦ θεοῦ, ἐν οἷς θεωρεῖ θεοποιεῖται.

λεκτέον τοιοῦτον εἶναι τὸ δεδοξάσθαι τὸ πρόσωπον τοῦ θεωρήσαντος τὸν θεὸν καὶ ὁμιλήσαντος αὐτῷ καὶ συνδιατρίψαντος τοιαύτῃ θέᾳ, ὡς τοῦτο εἶναι τροπικῶς τὸ δεδοξασμένον πρόσωπον Μωϋσέως, θεοποιηθέντος αὐτῷ τοῦ νοῦ.

κατὰ τοῦτο δὲ καὶ ὁ ἀπόστολος

ἔλεγεν τὸ »Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν »κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα«.

ὥσπερ δὲ ἡ τοῦ νυκτερινοῦ φωτὸς λαμπρότης ἀνατείλαντος τοῦ ἡλίου ἀμαυροῦται, οὕτω ἡ ἐπὶ Μωϋσέως δόξα ὑπὸ τῆς ἐν Χριστῷ.

σύγκρισιν γὰρ οὐκ εἶχεν ἡ ἐν Χριστῷ ὑπεροχή, ἣν γινώσκων τὸν πατέρα ἐδόξασεν περὶ αὐτοῦ, πρὸς τὰ ὑπὸ Μωϋσέως γνωσθέντα καὶ δοξάσαντα | τὸ πρόσωπον τῆς ψυχῆς αὐτοῦ.

διὸ καταργουμένη εἴρηται ἡ ἐπὶ Μωϋσέως δόξα ἀπὸ τῆς ὑπερβαλλούσης ἐν Χριστῷ δόξης.

(18) Τούτων δὲ ἡμῶν κατὰ δύναμιν ἐν βραχέσιν εἰς ἃ παρεθέμεθα λελεγμένων, ἐπανέλθωμεν ἐπὶ τὸ »Νῦν ἐδοξάσθη ὁ »υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ«.

γινώσκων οὖν τὸν πατέρα ὁ υἱός, αὐτῷ τῷ γινώσκειν αὐτόν, ὄντι μεγίστῳ ἀγαθῷ καὶ † ὁποῖον ανοἱ ἐπὶ τελείαν γνῶσιν, ἣν γινώσκει ὁ υἱὸς τὸν πατέρα, ἐδοξάσθη.

οἶμαι 〈δ’〉 ὅτι καὶ ἑαυτὸν γινώσκων, ὅπερ καὶ αὐτὸ οὐ μακρὰν ἀποδεῖ τοῦ προτέρου, ἐδοξάσθη ἐκ τοῦ αὑτὸν [H ἐγνωκέναι.

εἰ δὲ ἡ περὶ τῶν ὅλων γνῶσις συμπληροῖ τὸ μέγεθος τῆς δόξης αὐτοῦ ὅσα ἐστὶν κρυπτὰ καὶ ἐμφανῆ γινώσκοντος, ζητήσεις καὶ μήποτε τοῦτό ἐστιν τὸ εἶναι αὐτοσοφία, ἢ τῷ λεγομένῳ αὐτουιῷ τοῦ ἀνθρώπου τὸ δεδοξάσθαι ἐκ τοῦ ἡνῶσθαι τῇ σοφίᾳ. ταύτην δὲ πᾶσαν τὴν δόξαν, ἣν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, δωρησαμένου τοῦ πατρὸς ἐδοξάσθη.