Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ζητήσαι δ’ ἄν τις, διὰ τί οὐ γέγραπται· ›ἐκεῖνός ἐστιν, ᾧ ἐγὼ δώσω τὸ ψωμίον‹, ἀλλὰ μετὰ προσθήκης τῆς »βάψω«· »Βάψω, γάρ φησι, τὸ ψωμίον καὶ δώσω«.
καὶ »βάψας τὸ ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος »Ἰσκαριώτῃ«. ὡς ἐν τοιούτοις δὴ τόποις πρόσχες εἰ δύνασαι τὸν εἰλικρινῆ ἄρτον ἀβαφῆ φάσκειν εἶναι καὶ καθ’ αὑτὸν τρόφιμον· τὸ δὲ τῷ Ἰούδᾳ ἐπιδιδόμενον καὶ οὐκ ἄρτος ἦν τὸ ψωμίον, καὶ οὐ ψωμίον ἀβαφές, ἀλλὰ βεβαμμένον τῷ δυναμένῳ ἀποσπάσαι τῆς ψυχῆς αὐτοῦ τὴν ἀπὸ τοῦ λόγου ἐπὶ ποσὸν ἐγγινομένην βαφήν, ἵνα μετὰ τὸ ψωμίον εἰσέλθῃ εἰς ἐκεῖνον ὁ Σατανᾶς.
ἐγὼ δὲ ζητήσαιμ’ ἂν ὡς τούτῳ συγγενὲς τὸ ἀπὸ τοῦ κατὰ Ματθαῖον· »Ὁ ἐμβάψας τὴν χεῖρα μετ’ »ἐμοῦ ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει«, καὶ τὸ ἀπὸ τοῦ κατὰ Μάρκον » Ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ τρυβλίον« καὶ τὸ ἀπὸ τοῦ κατὰ Λουκᾶν δέ, εἰ καὶ μὴ ὀνομάζει τὸ »Ἐμβάψας«, ἀλλ’ ᾗ φησί γε· »Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς »τραπέζης«.
ὁ μὲν οὖν περὶ τούτου ἀληθὴς λόγος παρὰ τοῖς ἐμοῦ εὑρεθείη ἂν πολλῷ σοφωτέροις· ἐγὼ δὲ στοχάζομαι, μήποτε καὶ τὸ ἀναιδὲς τοῦ Ἰούδα καὶ ἐν τούτῳ ἐμφαίνεται, μὴ τιμῶντος τὸν διδάσκαλον ἐν τῷ συνεσθίειν μηδὲ παραχωροῦντος αὐτῷ τῆς εἰς τὸ τρυβλίον ἐμβάψεως, ὡς παρεχώρουν οἱ λοιποί.
διόπερ ἐκείνων μὲν οὐδεὶς ἐνέβαπτεν τὴν χεῖρα εἰς τὸ τρυβλίον μετ’ αὐτοῦ· οὗτος δέ, οὐκ ἀξιῶν μετ’ αὐτῶν ἐμβάπτειν, μετ’ αὐτοῦ ἐνέβαπτε τὴν ἰσότητα θέλων ἔχειν πρὸς αὐτόν, δέον αὐτῷ παραχωρεῖν τῆς ὑπεροχῆς.
τάχα οὖν τοῦ αὐτοῦ ἔχεται καὶ τὸ »Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ »παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης«. καὶ χαριεντιζόμενος δέ ποτε εἰς | προτροπὴν νέοις περὶ τῆς ἐν ἑστιάσει τιμῆς τῶν πρεσβυτέρων συγχρήσει τῷ ῥητῷ, ἵνα μὴ συνθλίβωσι τὴν χεῖρα τῶν [δύο] πρεσβυτέρων. γέγραπται γὰρ καὶ τοῦτο· » Μὴ συνθλίβου μετ’ αὐτοῦ »ἐν τῷ τρυβλίῳ«.
οὐκ ἀγνοοῦντες δὲ δόξαν περιέργου ζητήσεως καὶ πείθειν μὴ δυναμένης τὸν ἀκροατὴν ἀπολογίας ἀποφέρεσθαι
παρὰ τοῖς τούτων ἀκούουσιν ταῦτα ἐτολμήσαμεν, κρεῖττον εἶναι νομίζοντες τὸ πάντα βασανίζειν τοῦ παρελθεῖν τι ἀβασάνιστον τῶν γεγραμμένων.(15) Εἰσελθόντος μέντοι τοῦ Σατανᾶ εἰς τὸν Ἰούδαν, Λέγει, φησίν, αὐτῷ ὁ Ἰησοῦς· Ὁ ποιεῖς ποίησον τάχιον«. τίνι δὲ »Αὐτῷ« ἀμφίβολον, ἐπεὶ δύναται αὐτῷ τῷ Ἰούδα ἢ τῷ Σατανᾷ εἰρηκέναι ὁ κύριος· »Ὁ ποιεῖς ποίησον τάχιον« προκαλούμενος τὸν ἀνταγωνιστὴν ἐπὶ τὴν πάλην, ἢ τὸν προδότην ἐπὶ τὸ διακονῆσαι τῇ σωτηρίῳ 〈τῷ〉 κόσμῳ ἐσομένῃ οἰκονομίᾳ, ἦν οὐκέτι μέλλειν οὐδὲ βραδύνειν, ἀλλ’ ὅσῃ δύναμις ταχύνειν ἤθελεν, οὐ δειλιῶν, ὡς οἴονταί τινες τῶν μὴ νοησάντων τίνα τρόπον εἶπε· »Πάτερ, εἰ δυνατόν, »παρελθέτω τὸ ποτήριον τοῦτο«, ἀλλὰ θαρραλεώτατα ἐπὶ τὸν ἀγῶνα, ἵν’ οὕτως εἴπω, ἀποδυόμενος.
νομίζω δὲ καὶ τὸν εἰκοστὸν ἕκτον Ψαλμὸν ἐκ προσώπου τοῦ σωτῆρος προφητεύεσθαι παρὰ τὸν καιρὸν τοῦ πάθους, καὶ τοῦ πονηροῦ πανστρατεὶ ἀγωνιζομένου κατ’ αὐτοῦ· οὕστινας ἰδὼν ὁπλιζομένους κατ’ αὐτοῦ καὶ κονιομένους, ἡνίκα »Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν »ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ« φησίν· »Κύριος φωτισμός μου, καὶ σωτήρ μου κύριος, τίνα φοβηθήσομαι; »κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; ἐν τῷ »ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ »θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. ἐὰν »παρατάξηται ἐπ’ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν »ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω«.
Πλὴν τὸ λεγόμενον εἴτε τῷ Σατανᾷ εἴτε τῷ Ἰούόᾳ ὑπὸ τοῦ Ἰησοῦ τὸ »’Ὁ ποιεῖς, ποίησον τάχιον« οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἴρηται.