Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

κατανοήσας γὰρ τὴν ἐν τούτοις ἀντίδοσιν χοϊκῶν πρὸς πνευματικά, δυνήσῃ ἰδεῖν | πῶς τῷ μὴ ἀξίῳ ἄρτου ψωμίον ἐπιδέδωκεν, ἵνα διὰ τοῦ ψωμίου ἀφέλῃ αὐτοῦ, ὡς ἀναξίου ἔτι ἀκούειν· »Καὶ γὰρ ὁ ἄνθρωπος »τῆς εἰρήνης μου« τὴν εἰρήνην (»ὁ ῥυπαρὸς γὰρ ῥυπανθήτω ἔτι«), ἧς ἀφαιρεθείσης ὁ ἐπιτηρῶν καιροὺς τῆς εἰς τὴν ψυχὴν εἰσόδου αὐτοῦ, καὶ τὸν διδόντα αὐτῷ τόπον εἰσελθεῖν, εἰς τὸν Ἰούδαν 〈εἰσῆλθεν〉.

ἅμα δὲ παρατήρει ὅτι πρότερον μὲν οὐκ εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν, ἀλλὰ βεβλήκει μόνον εἰς τὴν καρδίαν »ἵνα »παραδῷ Ἰούδας Σίμωνος Ἰσκαριώτης τὸν διδάσκαλον«· κατὰ δὲ τὰ

νῦν ἐξεταζόμενα μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον.

διόπερ καὶ ἡμεῖς φυλαττώμεθα, μήποτε ὁ διάβολος βάλῃ εἰς τὴν καρδίαν ἡμῶν ὁτιποτοῦν τῶν πεπυρωμένων αὐτοῦ βελῶν· ἐὰν γὰρ βάλῃ, ἐπιτηρεῖ μετὰ τοῦτο καὶ αὐτὸς εἰσελθεῖν.

ζητήσαι δ’ ἄν τις, διὰ τί οὐ γέγραπται· ›ἐκεῖνός ἐστιν, ᾧ ἐγὼ δώσω τὸ ψωμίον‹, ἀλλὰ μετὰ προσθήκης τῆς »βάψω«· »Βάψω, γάρ φησι, τὸ ψωμίον καὶ δώσω«.

καὶ »βάψας τὸ ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος »Ἰσκαριώτῃ«. ὡς ἐν τοιούτοις δὴ τόποις πρόσχες εἰ δύνασαι τὸν εἰλικρινῆ ἄρτον ἀβαφῆ φάσκειν εἶναι καὶ καθ’ αὑτὸν τρόφιμον· τὸ δὲ τῷ Ἰούδᾳ ἐπιδιδόμενον καὶ οὐκ ἄρτος ἦν τὸ ψωμίον, καὶ οὐ ψωμίον ἀβαφές, ἀλλὰ βεβαμμένον τῷ δυναμένῳ ἀποσπάσαι τῆς ψυχῆς αὐτοῦ τὴν ἀπὸ τοῦ λόγου ἐπὶ ποσὸν ἐγγινομένην βαφήν, ἵνα μετὰ τὸ ψωμίον εἰσέλθῃ εἰς ἐκεῖνον ὁ Σατανᾶς.