Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ ἄλλως δ’ εἴποι ἄν τις ἄριστον μὲν εἶναι τὸν νοῦν τῶν παλαιῶν γραμμάτων, δεῖπνον δὲ τὰ ἐναποκεκρυμμένα τῇ καινῇ διαθήκῃ μυστήρια.
ταῦτα δὲ ἐν προοιμίῳ λέλεκται ἐξετάζοντι πῶς γινομένου δείπνου ἐγείρεται ὁ Ἰησοῦς ἐκ τοῦ δείπνου, καὶ βαλὼν ὕδωρ εἰς τὸν νιπτῆρα ἄρχεται τοὺς τῶν μαθητῶν νίπτειν πόδας.
οἶμαι γὰρ ὅτι οἱ μετὰ τοῦ Ἰησοῦ δειπνοῦντες καὶ ἐν τῇ ἐπὶ τέλει τοῦ βίου τούτου ἡμέρᾳ μεταλαμβάνοντες σὺν αὐτῷ τροφῆς δέονται μὲν καθαρσίου τινός, οὐ μὴν περί τι τῶν πρώτων τοῦ τῆς ψυχῆς, ἵν’ οὕτως ὀνομάσω, σώματος, ἀλλ’. ὡς ἂν εἴποι τις, χρῄζουσιν ἀποπλύνασθαι τὰ τελευταῖα καὶ τὰ ἔσχατα καὶ τῇ γῇ ἀναγκαίως ὁμιλοῦντα.
καὶ τοῦτο τὸ καθάρσιον πρῶτον μὲν ὑπ’ οὐδενὸς ἢ τοῦ Ἰησοῦ μόνου γενέσθαι δύναται, δεύτερον δὲ [καὶ τὸ] ὑπὸ τῶν μαθητῶν αὐτοῦ, πρὸς οὓς εἶπεν· »Καὶ »ὑμεῖς ὀφείλετε τοὺς πόδας ἀλλήλων νίπτειν· ὑπόδειγμα γὰρ ἔδωκα »ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε«.
καὶ ὁ εὐαγγελιστής γε ἐν τούτοις μοι δοκεῖ διεγείρων ἡμῶν τὸν νοῦν ἐπὶ τὸ
νοητὸν τῶν κατὰ τὸν τόπον μὴ τετηρηκέναι μὲν σωματικὴν περὶ τοῦ νίψασθαι τὴν ἀκολουθίαν, ὅτε πρὸ τοῦ δείπνου καὶ τῆς ἐπὶ τὸ δειπνεῖν ἀνακλίσεως οἱ δεόμενοι τοῦ νίψασθαι τοὺς πόδας νίπτονται· ὑπερβὰς δὲ τὸν καιρὸν ἐκεῖνον τῷ λόγῳ ἤδη ἀνακλιθέντα τὸν Ἰησοῦν ἐπὶ τὸ δειπνεῖν ἐγηγερκέναι ἐκ τοῦ δείπνου, ἵνα δειπνησάντων ἄρξηται νίπτειν τοὺς πόδας τῶν μαθητῶν ὁ διδάσκαλος καὶ ὁ κύριος.πρὸ μὲν γὰρ τοῦ δείπνου ἦσαν λελουμένοι, καὶ γενόμενοι ὅλοι καθαροὶ κατὰ τὸ »Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς »πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν« καὶ τὰ ἑξῆς· μετὰ δὲ τὸ λουτρὸν ἐκεῖνο ἐδεήθησαν δευτέρου ὕδατος εἰς μόνους τοὺς πόδας, τουτέστιν τὰ κατωτάτω τοῦ σώματος.