Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ τοῦτο δὲ τολμήσας εἴποιμ’ ἂν ὡς ἀκόλουθον τῷ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ«, ὅτι οὐκ ἔνιψεν τοὺς πόδας τοῦ Ἰούδα, 〈ὅτι〉 ἤδη εἰς τὴν καρδίαν βεβλήκει ὁ διάβολος, ἵνα τὸν διδάσκαλον καὶ κύριον παραδῷ, εὑρὼν αὐτὸν οὐκ ἐνδεδυμένον τὴν πανοπλίαν τοῦ θεοῦ καὶ οὐκ ἔχοντα τὸν τῆς πίστεως θυρεόν, ᾧ δύναταί τις πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.
γεγραμμένου γὰρ τοῦ » Τοῦ διαβόλου ἤδη βεβληκότος« ἀκούω ὡς καὶ ἐν ἑβδόμῳ Ψαλμῷ τῆς γραφῆς περὶ τούτου διδασκούσης, ὡς τοξότου καὶ βέλη πεπυρωμένα ἐξεργαζομένου τοῖς μὴ πάσῃ φυλακῇ τηροῦσι τὴν ἑαυτῶν καρδίαν.
ἔχει δὲ οὕτως ἡ τοῦ Ψαλμοῦ λέξις· »Ἐὰν μὴ ἐπιστραφῆτε, . τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον »αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτό· καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη »θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. ἰδοὺ ὠδίνησεν »ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν«.
πᾶς μὲν οὖν ὁμολογήσει τὸ »Ἰδοὺ ᾠδίνησεν ἀδικίαν, συνέλαβεν πόνον καὶ ἔτεκεν »ἀνομίαν«, δύνασθαι ἀναφέρεσθαι ἐπὶ τὸν διάβολον· ἄτοπον δὲ μὴ ὁμοίως τούτῳ καὶ αὐτὰ νομίζειν λέγεσθαι· »Ἐὰν μὴ ἐπιστραφῆτε, »τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ »ἡτοίμασεν αὐτό· καὶ | ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου«· σκεύη γὰρ θανάτου ἄλλος οὐδεὶς ἐν τῷ τόξῳ ἑαυτοῦ ᾧ ἐνέτεινεν ἡτοίμασεν ἢ οὗ τῷ φθόνῳ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.
ἀπὸ τούτων τοίνυν τῶν βελῶν, ἃ τοῖς καιομένοις ἐξειργάσατο ὁ διάβολος, ἐνέβαλεν εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἤδη βεβλημένου 〈ἐν〉 τῷ δείπνῳ οὐχ ὥστε δὲ ἀρέσεσθαι αὐτῷ, ἐπείπερ ἡ τοῦ δείπνου τούτου τροφὴ καὶ ὁ οἶνος ὁ ἐν αὐτῷ οὐκ ἐδύνατο γενέσθαι ἐν καρδίᾳ ὑπὸ τοῦ διαβόλου βεβλημένῃ βέλει περὶ τοῦ προδοθῆναι τὸν τάχα ἑστιάτορα, ἐπεὶ μὴ σαφῶς ἐν τούτοις φαίνεται τίς ἦν, ὑφ’ οὗ τὸ δεῖπνον ἐγίνετο, ὡς ἐν τοῖς πρὸ τούτων· »Ἐποίησαν, φησίν, »αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ »τῶν ἀνακειμένων σὺν αὐτῷ«.
ἐπὶ μὲν οὖν τοῦ Ἰούδα γέγραπται τὸ » Τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ »αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης«· τούτῳ δὲ ἀκολούθως λέγοις ἂν περὶ ἑκάστου τῶν ὑπὸ τοῦ διαβόλου εἰς τὴν καρδίαν τετρωμένων· τοῦ
διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα πορνεύσηται, τοῦ δεῖνα, καὶ ἵνα ἀποστερήσῃ, τοῦ δεῖνα, καὶ ἵνα δοξομανῶν εἰδωλο λατρείαν ἀναδέξηται τὴν τῶν δοκούντων εἶναι ἐπ’ ἀξιώματος, τοῦ δεῖνα, καὶ οὕτως ἐπὶ τῶν λοιπῶν ἁμαρτημάτων ἅπερ ὁ διάβολος βάλλει εἰς τὴν γυμνὴν τοῦ θυρεοῦ τῆς πίστεως καρδίαν· ἐν ᾧ θυρεῷ πίστεως δύναταί τις οὐχ ἓν οὐδὲ δύο ἀλλὰ καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ πεπυρωμένα σβέσαι.