Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ὅπερ ζητήσεις τί δηλοῖ· πότερον ὅτι οὐδ’ ὅλως ἔχεις μέρος ἐὰν μὴ νίψω σε ἀγαθόν, ἢ οὐ μετ’ ἐμοῦ μὲν τοῦ διδασκάλου καὶ κυρίου μετὰ τῶν ἐλαττόνων δέ μου, ἐν οἷς εἰσιν οἱ μετὰ τὸ λούσασθαι μήτε δειπνήσαντες τὸ μετ’ ἐμοῦ δεῖπνον μήτε νιψάμενοι ὑπ’ ἐμοῦ τοὺς πόδας, ἢ δειπνήσαντες μέν, οὐ νιψάμενοι δέ.
ἐγὼ 〈δ’〉 ἐφίστημι διὰ τὸ »Ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τὴν θύραν »καὶ κρούω· ἐάν τις ἀνοίξῃ μοι τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν »καὶ δειπνήσω μετ’ αὐτοῦ, καὶ αὐτὸς μετ’ ἐμοῦ«, μήποτε ὁ Ἰησοῦς οὔτε ἀριστᾷ μετά τινος (οὐ γὰρ δεῖται εἰσαγωγῆς καὶ πρώτων μαθημάτων), οὔτε ἀριστᾷ τις μετ’ αὐτοῦ, ἀλλ’ ὁ μετ’ αὐτοῦ ἐσθίων
δειπνεῖ μόνον· »Πλεῖον, γάρ φησι, Σολομῶντος ὧδε«, περὶ οὗ γέγραπται· » Καὶ ἦν τὸ ἄριστον Σαλομὼν τόδε«, ὃ κατείλεκται ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν.καὶ τοῦτο δὲ τολμήσας εἴποιμ’ ἂν ὡς ἀκόλουθον τῷ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ«, ὅτι οὐκ ἔνιψεν τοὺς πόδας τοῦ Ἰούδα, 〈ὅτι〉 ἤδη εἰς τὴν καρδίαν βεβλήκει ὁ διάβολος, ἵνα τὸν διδάσκαλον καὶ κύριον παραδῷ, εὑρὼν αὐτὸν οὐκ ἐνδεδυμένον τὴν πανοπλίαν τοῦ θεοῦ καὶ οὐκ ἔχοντα τὸν τῆς πίστεως θυρεόν, ᾧ δύναταί τις πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.
γεγραμμένου γὰρ τοῦ » Τοῦ διαβόλου ἤδη βεβληκότος« ἀκούω ὡς καὶ ἐν ἑβδόμῳ Ψαλμῷ τῆς γραφῆς περὶ τούτου διδασκούσης, ὡς τοξότου καὶ βέλη πεπυρωμένα ἐξεργαζομένου τοῖς μὴ πάσῃ φυλακῇ τηροῦσι τὴν ἑαυτῶν καρδίαν.