Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ γέγονεν αὐτῷ οὔτε καθαρὰ ἀπὸ ἁμαρτίας μετάνοια, οὔτε ἄκρατος πρός τι χρηστότερον ἡ πονηρία. εἰ μὲν γὰρ καθαρῶς μετενόει κἂν ὡς ὁ λῃστὴς εἰπών· »Μνήσθητί μου, Ἰησοῦ, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ »σου«, προσελθὼν τῷ σωτῆρι ἐποίει τὰ παρ’ αὐτοῦ, πρὸς τὸ ἐξιλάσασθαι αὐτὸν ἐπὶ τῇ φθασάσῃ γεγονέναι προδοσίᾳ.
εἰ δὲ πάντη τὴν τοῦ καλοῦ ἔννοιαν ἐξεληλακὼς ἦν τῆς ἑαυτοῦ ψυχῆς, οὔτ’ ἂν μετεμελήθη ἰδὼν ὅτι κατεκρίθη ὁ Ἰησοῦς· ἀλλὰ καὶ προσετίθει ἂν λόγους κατηγορῶν αὐτοῦ συγγενεῖς τῇ προδοσίᾳ·