Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἔτι κατὰ δύναμιν ἐγὼ ἐφίστημι καὶ τῷ »Εἷς ἐξ ὑμῶν«, ἀναφερομένῳ ἐπὶ τὸν Ἰούδαν, μήποτε ἐμφαίνει τὸ ἀπὸ τάξεως ἀποστολικῆς, ἐν ᾖ καὶ αὐτὸς ὕψω〈ται〉 τῷ διάθεσίν ποτε παραπλησίαν τοῖς λοιποῖς

ἀποστόλοις ἔχειν αὐτόν, ἀποπεπτωκέναι.

οὕτως γὰρ ἐγὼ ἤκουσα καὶ τοῦ »Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν«, ἐπεὶ μηδὲ ἐκεῖ εἴρηται· »ὡς ἡμεῖς« ἢ »ὡς ἐγώ«, ἀλλὰ διὰ τὸν ἕνα ἐκπεσόντα τῆς μακαριότητος, τὸ »Ὡς εἷς ἐξ ἡμῶν«· 〈τὸ δὲ〉 »Ὡς εἷς« συνᾴδειν μοι δοκεῖ καὶ μετὰ τοῦ »Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε«, τῷ »Καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε«. πλειόνων γὰρ ἀρχόντων γενομένων, εἷς πέπτωκεν, ᾧ παραπλησίως μιμούμενοι τὴν ἐκείνου πτῶσιν πίπτουσιν οἱ ἁμαρτάνοντες.