Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
εἰ δὲ ὁ ἅγιος, πόσῳ μᾶλλον ταῦτα λεκτέον περὶ τοῦ τῶν ἁγίων ἀρχηγοῦ Ἰησοῦ, οὗ τὸ πνεῦμα τοῦ ἀνθρώπου, ἐν τῷ ἀνειληφέναι αὐτὸν ὅλον ἄνθρωπον, τὸ ἐν αὐτῷ διέσεισεν τὰ λοιπὰ ἐν αὐτῷ ἀνθρώπινα;
καὶ οὕτως »ἐταράχθη τῷ πνεύματι«, ἵνα μαρτυρήσῃ καὶ ἵνα εἴπῃ μετὰ τοῦ θείου οἱονεὶ ὅρκου τοῦ ἀμὴν τὸ »Λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν »παραδώσει με«.
τοῦ γὰρ πνεύματος, οἶμαι, θεωρήσαντος τὸ ἤδη ἀπὸ τοῦ διαβόλου βεβλημένον εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἵνα τὸν διδάσκαλον παραδῷ, φωτισθεὶς εἰς τὸ ἐσόμενον ἐταράχθη· καὶ ἐπεὶ ἡ ταραχὴ ἀπὸ τῆς ἐν πνεύματι γνώσεως γεγένηται, ὃ καὶ ἐν ταραχῇ ἐγένετο, »Ἰησοῦς, εἴρηται, ἐταράχθη τῷ πνεύματι«.
τάχα δὲ καὶ κατὰ μίαν ἐκδοχὴν τὴν »Ἡ σὰρξ ἀσθενής« καὶ ἡ σὰρξ τετάρακται· ταῦτα δ’ ἦν ὁ Ἰησοῦς, περὶ οὗ ὑπὸ τοῦ Γαβριὴλ πρὸς τὴν Μαρίαν εἴρηται τὸ » Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ καλέσεις »τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου »κληθήσεται«.
Σημείωσαι δὲ τίνα τρόπον ἐν τοῖς ἐξεταζομένοις τὸ ἐμαρτύρῆσεν | ἀναφέρεται 〈εἰς〉 τὸ »Εἷς ἐξ ὑμῶν παραδώσει με«.
καὶ τοῦτο γὰρ λεγόμενον καὶ προφητευόμενον τοῖς μαθηταῖς περὶ Ἰούδα, τοῦ ἑνὸς ἐξ αὐτῶν, μαρτυρία ἦν ὁμώνυμος, οἶμαι, τῷ παρὰ τὸ μαρτυρεῖν καὶ ἀποθνήσκειν ὑπὲρ θεοσεβείας σημαινομένῳ.
οὐ γὰρ ταὐτὰ νομίζω σημαίνεσθαι ἐν τῷ »Ἐμαρτύρησεν«, ὅτε δηλοῦται τὸ ῥῆμα, παρ’ ὃ ὁ μάρτυς ἐσχημάτισται τοῦ θεοῦ καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ νῦν ὅτε ἀναφέρεται ἐπὶ τὸ »Εἷς ἐξ ὑμῶν παραδώσει με«.