Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἑξῆς τούτῳ ἐστὶν ζητῆσαι τὸ »Οὐ περὶ πάντων ὑμῶν λέγω« ἐπὶ τί λελεγμένον ἀνοίσομεν. ὁ μὲν οὖν τις φήσει ἐπὶ τὸ »Μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά«· οὐ γὰρ μακάριος Ἰούδας. οὐ νομίζω δὲ ὑγιῶς ἐπὶ τοῦτο ἀναφέρεσθαι τὸ λεγόμενον.

τοῦτο γὰρ ὅλον καὶ περὶ Ἰούδα καὶ παντὸς οὑτινοσοῦν, κἂν φαυλότατος ᾖ, ἀληθὲς τὸ Μακάριος εἶ ὁ δεῖνα ἐὰν ποιήσῃς τάδε· ὡς εἰ λέγοιμι καὶ τῷ ἀκολάστῳ, εἰ καὶ μὴ ἀκούσεται τῶν λεγομένων μηδὲ σωφρονήσει·

›μακάριος εἶ, ἐὰν σωφρονήσῃς‹· καὶ τῷ σοφίαν ἐξουδενοῦντι, εἰ καὶ ἐπιβαίνει τῇ προαιρέσει ταύτῃ· ›μακάριος εἶ, ἐὰν σοφίαν καὶ παιδείαν ἀναλάβῃς‹.

μήποτε οὖν τὸ »Οὐ περὶ πάντων ὑμῶν λέγω« ἀνοίσομεν εἰς τὸ εἰρημένον τὸ »Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ«.

ἐπεὶ γὰρ »Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας«, ἐποίει δὲ τὴν ἁμαρτίαν ὁ Ἰούδας, καὶ μάλιστα τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα παραδῷ τὸν σωτῆρα, δοῦλος ἦν Ἰούδας τῆς ἁμαρτίας.

δοῦλος δὲ ὢν τῆς ἁμαρτίας, οὐκ ἦν τοῦ λόγου τοῦ θεοῦ δοῦλος.

οὕτω δὲ οὐδὲ ἀπόστολος τοῦ Ἰησοῦ ἔτι ἦν· ἤδη γὰρ τοῦ διαβόλου ἐγεγόνει, βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα παραδῷ τὸν σωτῆρα.

διὸ ἀρνούμενος αὐτὸν εἶναι | δοῦλον ἑαυτοῦ ὁ σωτὴρ καὶ ἀπόστολον εἶπεν μετὰ τὸ »Οὐκ ἔστιν δοῦλος μείζων »τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν« τὸ »Οὐ περὶ πάντων ὑμῶν λέγω«.

Μετὰ τοῦτο ἴδωμεν τὸ »Ἐγὼ οἶδα τίνας ἐξελεξάμην«, ὅπερ ἁπλούστερον μὲν τοιοῦτόν ἐστιν· τίς ἐστιν ἕκαστος ὧν ἐξελεξάμην οἶδα· οἶδα οὖν καὶ τίς ἐστιν ὁ Ἰούδας καὶ οὐ λανθάνει με, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ τὰ κατ’ ἐμοῦ. καὶ τοιοῦτον δὲ ἔχει νοῦν διά τινα τῆς γραφῆς περὶ τοῦ »οἶδα« συνήθειαν καὶ τῶν ὁμοίων τῇ λέξει ταύτῃ· ὁποῖόν ἐστιν καὶ τὸ »ἔγνων«.

φησί που ὁ σωτὴρ ἐρεῖν τοῖς λέξουσιν· »Τῷ ὀνόματί σου ἐφάγομεν, »καὶ ἐπίομεν, καὶ δαιμόνια ἐξεβάλομεν« τὸ »Οὐδέποτε ἔγνων ὑμᾶς« καὶ τὸ »Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ«· ὅπερ ἐὰν ἁπλούστερον νοῆται, παρὰ τὸ ἀξίωμα δόξομεν τοῦ σωτῆρος ὑπολαμβάνειν.

ἀλλὰ μήποτε ἐπεὶ »Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ«, τοὺς μὴ ὄντας αὐτοῦ οὐκ ἔγνω, καὶ ὥς φησι περί τινων τὸ »Οὐδέποτε ἔγνων ὑμᾶς«, οὕτω εἴποι ἂν καὶ περὶ τοῦ Ἰούδα, εἰ μὲν † οὖν· »Οὐδέποτε ἔγνων σε«· εἰ δὲ γενόμενος μεταπέπτωκεν, λεχθείη ἂν πρὸς αὐτόν· »Οὐκ οἶδά σε »πόθεν εἶ«.

καὶ νῦν οὖν τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ τὰ κατὰ τοῦ Ἰησοῦ, οὐκ οἶδεν αὐτὸν ὁ Ἰησοῦς. διὸ οὐκ εἶπεν· ›νῦν ἐγὼ οἶδα πάντας τοὺς παρόντας‹, ἀλλ’ »Ἐγὼ οἶδα τίνας »ἐξελεξάμην«, ὡς εἰ ἔλεγεν ›τοὺς ἐκλεκτούς μου‹.

οὐ περὶ πάντων δὲ τῶν παρόντων φημὶ τὸ »Ἐγὼ οἶδα τίνας ἐξελεξάμην« καὶ γίνεται

τὸ γινόμενον ὑπὸ τοῦ ἑνὸς ἐξ ὑμῶν παραδώσοντός με, ἵνα πληρωθῇ ἡ λέγουσα γραφή· »Ὁ τρώγων μου τὸν ἄρτον, ἐπῆρεν ἐπ’ ἐμὲ τὴν »πτέρναν αὐτοῦ«.

παραπέφρασται δὲ τὸ ῥητὸν ἀπὸ τοῦ τεσσαρακοστοῦ Ψαλμοῦ οὕτως ἔχον· »Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης »μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ »πτερνισμόν«.

οὐκοῦν ὁ σωτὴρ τὸ ῥητὸν τοῦτο περὶ τοῦ Ἰούδα καὶ ἑαυτοῦ φησιν εἰρῆσθαι. ἐν ᾧ ζητήσεις, πῶς ἄνθρωπος εἰρήνης Ἰούδας ἦν καὶ ἐπ’ αὐτὸν ὁ σωτὴρ ἤλπισεν.

δηλοῦσθαι οὖν διὰ τούτων νομίζω ὅτι γνησίως ποτὲ ἐπεπιστεύκει· οὐ γὰρ ἂν μηδέποτε υἱὸν εἰρήνης γενόμενον αὐτὸν ἀποστέλλων μετὰ τῶν λοιπῶν ἀποστόλων ἔλεγεν καὶ αὐτῷ· τοῖς γὰρ δώδεκα ἀναγέγραπται εἰρηκέναι τὸ »Εἴπατε, »εἰρήνῃ τῷ οἴκῳ τούτῳ. καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης, ἡ εἰρήνη »ὑμῶν ἐπ’ αὐτὸν ἀναπαύσεται· εἰ δὲ μή γε, ἡ εἰρήνη ὑμῶν ἐφ’ ὑμᾶς ἀνακάμψει«.

καὶ γὰρ ὅρα μεθ’ ὅσα ὁ διάβολος ἔβαλεν αὐτοῦ εἰς τὴν καρδίαν τὰ κατὰ τοῦ σωτῆρος, εἰ καὶ πρὸ ὀλίγου κλέπτης εἶναι μεμαρτύρηται.

οὐκ ἂν δ’ οἶμαι ἀρχῆθεν κλέπτης ὢν ἐπιστεύθη | τὸ γλωσσόκομον· ἄξιος οὖν τοῦ πιστευθῆναι ὤν, εἰ καὶ προεγνώσθη μεταπεσούμενος, ἐπιστεύθη.

καὶ τηλικοῦτος ἦν ἄνθρωπος εἰρήνης Χριστοῦ, ὡς ἐλπίδας ἀγαθάς ποτε τὸν Ἰησοῦν ἐπ’ αὐτῷ, ὡς καλῷ ἀποστόλῳ, ἐσχηκέναι· ἄκουε γὰρ τοῦ »Ἐφ’ ὃν »ἤλπισα«.

ἐγὼ δ’ οἶμαι ὅτι καὶ λόγων ἀπορρήτων τροφιμωτάτων κεκοινώνηκεν τοῖς ἀποστόλοις, ἀπὸ Ἰησοῦ λαβών, περὶ ὧν εἶπεν· »Ὁ ἐσθίων ἄρτους μου«.

τὸ δὲ »Ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτέρναν αὐτοῦ« μεταπέφρασται εἰς τὸ »Ἐπῆρεν ἐπ’ ἐμὲ * πτέρναν αὐτοῦ«, ὡς ταὐτὸν εἶναι τὸ »Ἐμεγάλυνεν« τῷ »Ἐπῆρεν«.