Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ὅπερ ἤτοι ἐρωτηματικῶς ἀναγνωστέον, ἵν’ ἐμφαίνῃ τὸ τοῦ γενομένου μέγεθος· ἢ προστακτικῶς, ἵνα αὐτῶν διεγείρῃ τὸν νοῦν εἰς τὸ διὰ τοῦ ἐπιστῆσαι τῷ ἔργῳ λαβεῖν αὐτοῦ τὴν γνῶσιν.
διδασκαλικώτατα δὲ μετὰ τοῦ δυσωπητικοῦ λέλεκται τὸ »Ὑμεῖς φωνεῖτέ με ›Ὁ δικάσκαλος‹ »καὶ ›Ὁ κύριος‹, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. εἰ οὖν ἐγὼ ἔνιψα »ὑμῶν τοὺς πόδας | ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε »ἀλλήλων νίπτειν τοὺς πόδας«.
ὁ μὲν οὖν Ἰησοῦς ἔνιψεν τοὺς πόδας τῶν μαθητῶν, ᾖ διδάσκαλος αὐτῶν, καὶ τοὺς πόδας τῶν δούλων, ᾗ κύριος ἦν.
διδασκαλίᾳ γὰρ ὁ ἀπὸ γῆς καὶ τῶν κοσμικῶν πραγμάτων κονιορτός, φθάνων οὐκ ἐπὶ ἄλλο τι ἢ ἐπὶ τὰ τελευταῖα καὶ τὰ κάτω τῶν μαθητῶν, ἀποκαθαίρεται· ἀλλὰ καὶ τῇ κυριότητι τοῦ ἄρχοντος, ἐξουσιάζοντος τῶν διὰ τὸ ἔτι ἔχειν τὸ τῆς δουλείας πνεῦμα κἂν τὸν τυχόντα μολυσμὸν ἔτι δεχομένων, τὰ μολύνοντα τοὺς πόδας ἀποβάλλεται.
καὶ οὐκ ἄν τις εὖ φρονῶν λέγοι ᾗ θύρα ἐστὶν τὸν Ἰησοῦν, ἢ ᾗ ποιμήν, ἢ ᾗ ἰατρός, νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ δούλων. ἐγὼ δ’ ἡγοῦμαι ὅτι ἐπιδέχονται τὸ δεῖσθαι τῆς ἀπὸ τοῦ διδασκάλου νίψεως οἱ πόδες τῶν μαθητῶν, ὅσον οὐδέπω εἰλήφασιν τὸ ἀρκετόν, ἀλλ’ ἔτι λείπουσιν εἰς τὸ »Ἀρκετὸν τῷ »μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ«.
καὶ τοῦτο ·τέλος ἐστὶν τὸ πρὸς τὸν μαθητὴν τοῦ διδασκάλου, ᾗ διδάσκαλος, ποιῆσαι τὸν μαθητὴν ὡς ἑαυτόν, ἵνα μηκέτι δέηται τοῦ διδασκάλου, ᾗ διδάσκαλος, εἰ καὶ ἄλλως αὐτοῦ δεήσεται.
ὡς γὰρ τέλος τοῦ ἰατροῦ, οὗ χρῄζουσι μὲν οἱ κακῶς ἔχοντες, οὐ χρείαν δὲ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, τὸ παῦσαι τοὺς κακῶς ἔχοντας ἀπὸ τοῦ κακῶς ἔχειν, ἵνα μηκέτι αὐτοῦ χρῄζωσιν, οὕτω τέλος διδασκάλου περιποιῆσαι τῷ μαθητῇ τὸ λεγόμενον ἀρκετὸν ἐν τῷ »Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ«.
περὶ δὲ τοῦ σωτῆρος, ὄντος κυρίου,
αὐτόθεν πλεῖόν ἐστιν ἰδεῖν παρὰ τοὺς ἄλλους κυρίους, μὴ βουλομένους ἵνα γένηται ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ.τοιοῦτος δὲ ὁ τῆς πατρικῆς ἀγαθότητος καὶ τῆς ἀγάπης αὐτοῦ υἱός· κύριος γὰρ ὢν ἐνειργάζετο τοῖς δούλοις τὸ γενέσθαι ὡς ὁ κύριος αὐτῶν, ὅτε οὐκέτι ἕξουσιν τὸ πνεῦμα τῆς δουλείας πάλιν εἰς φόβον, ἀλλὰ λήψονται τὸ πνεῦμα τῆς υἱοθεσίας, ἐν ᾧ κράζουσιν· »Ἀββᾶ, ὁ πατήρ«.
πρὶν οὖν γένωνται ὡς ὁ διδάσκαλος καὶ ὁ κύριος, δέονται τῆς νίψεως τῶν ποδῶν, ὡς ἐνδεεῖς τῶν μαθητῶν, καὶ ὡς ἔτι τὸ πνεῦμα τῆς δουλείας ἔχοντες εἰς φόβον· ἐπὰν δέ τις αὐτῶν κατὰ τὸ »Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ »δοῦλος ὡς ὁ κύριος αὐτοῦ« γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ ὁ κύριος αὐτοῦ, τότε μιμήσασθαι δύναται τὸν νίψαντα τοὺς πόδας τῶν μαθητῶν, καὶ νίψαι τοὺς πόδας τῶν μαθητῶν ὡς ὁ διδάσκαλος. ὃν ὁ θεὸς ἔταξεν ἐν τῇ ἐκκλησίᾳ μετὰ τοὺς πρώτην χώραν ἐν αὐτῇ εἰληχότας ἀποστόλους καὶ δεύτερον προφήτας.
Εἰ δὲ τὸ »Τῷ ἀδελφῷ σου δουλεύσεις« φθάνειν δύναται ἐπὶ τοὺς ὑποδεεστέρους, καὶ τὸ » Γίνου κύριος τοῦ ἀδελφοῦ σου« ἐπὶ τοὺς ὡς ὁ Ἰακὼβ κρείτ|τονας, δῆλον ὅτι γενόμενος ὁ δοῦλος ὡς ὁ κύριος νίπτει τοὺς πόδας τῶν δουλευόντων τῇ παρ’ αὐτῷ διδασκαλίᾳ, ἐπεὶ τὸ » Ὑμεῖς φωνεῖτέ με ›Ὁ διδάσκαλος‹ καὶ ›Ὁ κύριος‹, »καὶ καλῶς λέγετε· εἰμὶ γάρ« οὐκ ἀξιῶ μηδὲν ἔχειν βαθύτερον καὶ παρὰ τὸ ὑπὸ τῶν πολλῶν νενοημένον· οὐ πᾶσι γὰρ τοῖς λέγουσι· »Κύριε, Κύριε« λεχθήσεται ὑπὸ τοῦ Ἰησοῦ τὸ »Ὑμεῖς φωνεῖτέ με »›Ὁ κύριος‹ καὶ καλῶς λέγετε«.
οὐ καλῶς οὖν λέγουσι· » Κύριε« οἱ ἐν τῆ ἡμέρᾳ ἐκείνῃ φήσοντες· » Κύριε, Κύριε, οὐκ ἐν τῷ ὀνόματί »σου ἐφάγομεν, καὶ ἐν τῷ ὀνόματί σου ἐπίομεν, καὶ ἐν τῷ ὀνόματί »σου δαιμόνια ἐξεβάλομεν καὶ δυνάμεις πεποιήκαμεν;«
φήσει γοῦν αὐτοῖς ὁ Ἰησοῦς· »Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ· οὐδέποτε ἔγνων ὑμᾶς, ὅτι »ἐργάται ἐστὲ ἀδικίας«· οὐκ ἂν δὲ λέγουσιν αὐτοῖς καλῶς τὸ » Κύριε, »Κύριε« εἶπεν τὸ »Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ«.
ἀλλὰ καὶ 〈τὸ〉 »Οὐ πᾶς ὁ »λέγων μοι· Κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν »οὐρανῶν« παρίστησιν ὅτι οὐ πᾶς ὁ λέγων· » Κύριε, κύριε«, μαρτυρηθείη
ἂν ὑπ’ αὐτοῦ ὡς νῦν οἱ ἀπόστολοι, πρὸς οὓς εἶπεν· »Καλῶς λέγετε· »εἰμὶ γάρ«.