Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

οὐ γὰρ ἐμφαίνεται ἐκ τῆς περὶ αὐτοῦ λέξεως τινὰ περὶ ἀπολύσεως ἐσομένης γεγραμμένα περὶ αὐτοῦ.

οὐ δοκεῖ δέ μοι ἀσφαλὲς εἶναι μὴ καταλαβόντα ὁτιποτοῦν, μάλιστα τῷ μὴ γεγράφθαι περὶ αὐτοῦ, ἀποφήνασθαι.

ζητήσεις δὲ διὰ τὸ »Λέγει Ἰησοῦς αὐτοῖς· Λύσατε αὐτόν« τίσιν αὐτοῖς; οὔτε γὰρ ὅτι μαθηταῖς ἀναγέγραπται οὐθ’ ὅτι τῷ περιεστῶτι ὄχλῳ, ἀλλ’ οὐδὲ ὅτι τοῖς μετὰ τῆς Μαρίας οὖσιν Ἰουδαίοις καὶ παραμυθουμένοις αὐτήν· ὑπονοήσαι δ’ ἄν τις διὰ τὸ »Ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ« καὶ διὰ τὴν κατὰ τὸν τόπον ἀναγωγήν, ὅτι μήποτε κἀκείνοις δύναται εἰρῆσθαι τὸ »Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν«.

(8) Ἔτι ζητῶ εἰ πεπλήρωκεν ὁ Ἰησοῦς τὸ ἐπιφερόμενον τῷ »Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται«, τὸ »Ἀλλὰ πορεύομαι, ἵνα »ἐξυπνίσω αὐτόν«.