Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
οὐ γὰρ νομιστέον ὅτι ἡ ψυχὴ τοῦ Λαζάρου παρῆν τῷ σώματι μετὰ τὴν ἔξοδον, καὶ ὡς παροῦσα ταχέως ἤκουσεν κράξαντος Ἰησοῦ καὶ εἰπόντος· »Λάζαρε,
»δεῦρο ἔξω«. ἢ εἴπερ τις τοῦτο περὶ τῆς Λαζάρου ψυχῆς ὑπολαμβάνει | καὶ προσίεται τὸ περὶ τῆς ἀπαλλαγείσης ψυχῆς σώματος ἄτοπον, ὡς παρακαθεζομένης τῷ νεκρῷ, λεγέτω πῶς ἠκούσθη ὁ Ἰησοῦς ἀπὸ τοῦ πατρός, μένοντος ἔτι νεκροῦ τοῦ Λαζάρου σώματος, καὶ τῆς ψυχῆς κεχωρισμένης μέν, ὡς οἰηθείη ἄν τις τῶν τοῦτο λεγόντων, παρακαθεζομένης δὲ τῷ σώματι.ἵνα γὰρ τοῦτο συγχωρηθῇ, οὐκ ἂν ἠκοῦσθαι εἴποιμεν τὸν Ἰησοῦν μέλλοντα ἀκούεσθαι ὅτε ἡ ψυχὴ ἐνοικίζετο τῷ σώματι· τὸ παραπλήσιον δ’ οἶμαι γεγονέναι καὶ ὅτε τὴν τοῦ ἀρχισυναγώγου ἀνέστησεν θυγατέρα, περὶ τούτου εὐξάμενος· ᾔτησεν γὰρ ἐπανελθεῖν τὴν ψυχὴν καὶ ἐνοικισθῆναι πάλιν τῷ σώματι.
εἰ δὲ καὶ περὶ τοῦ ἐκκομιζομένου υἱοῦ τῆς χήρας τὸ ὅμοιόν ἐστιν ἢ μή, καὶ αὐτὸς ζητήσεις, ἵν’ εὕρῃς τὸ ἀκόλουθον τοῖς κατὰ τοὺς τόπους ὅλους· ἡμῖν γὰρ οὐ καθήκει τηλικαύτας ποιεῖσθαι παρεκβάσεις.
τάχα δὲ καὶ εἶδεν ὁ τηλικοῦτος Ἰησοῦς καὶ τὴν ψυχὴν αὐτὴν τοῦ Λαζάρου, ἤτοι ἀγομένην ὑπὸ τῶν τεταγμένων ἐπὶ τούτοις ἢ ὑπ’ αὐτοῦ τοῦ πατρικοῦ βουλήματος ἐπακούσαντος τῷ Ἰησοῦ, καὶ ἰδὼν αὐτὴν εἰσιοῦσαν διὰ τοῦ τόπου, ὅθεν ἤρθη ὁ λίθος, εἶπεν· »Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου«.
ἀλλ’ ἐπεὶ πρὸ τούτου καὶ περὶ ἄλλων μυρίων ᾔτησεν καὶ ἔτυχεν, διὰ τοῦτο οὐ μόνον ἐπὶ τῷ Λαζάρῳ ἀλλὰ καὶ ἐπὶ τοῖς προτέροις εὐχαριστεῖ, φάσκων ἐπὶ μὲν τῷ Λαζάρῳ· »Πάτερ, εὐχαριστῶ σοι ὅτι »ἤκουσάς μου«· ἐπὶ δὲ τοῖς προτέροις· »Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ »μου ἀκούεις«, καὶ τοῦτο πᾶν, φησίν, εἶπον »διὰ τὸν περιεστῶτα »ὄχλον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας«. ταῦτα μὲν ὡς πρὸς τὸ ῥητὸν καὶ τὴν ἀνάστασιν τοῦ Λαζάρου ἀποδεδώκαμεν.